PG 56, col. 441

νουσαν · ού δεῖ πιστεύειν ἀνεξετάστως, ἀλλά μετά
ἀκριϐοῦς ἐξετάσεως. Πολλὰ δὲ συντρέχουσιν αὐτοῖς
τῶν ἔξω. ’Λδελφά γὰρ τα φρονήματα καὶ τῶν αἱρετι-
κῶν καὶ τῶν Ἐλλήνων ο κάκεῖνα τῶν δαιμόνων εὐρέ-
σεις, καὶταῦτα τῶν δαιμόνων διδασκαλίαι. [427] Λέ-
γουσιν οὖν τινες τῶν ἀντιπιπτόντων τῇ πίστει, 61'.
16 ἀλόγιστον αὐτῆς βλαϐερόν · κᾶν μὴ ἐξητασμένος
λογισμὸς συνημμένος τῇ πίστει, οὐδαμοῦ κέρδος
φέρει τῷ πιστεύοντι. Πόθεν γάρ, φησὶν, ἐξετάσαι βού-
λῃ τῆς πίστεως τὴν φύσιν ; Θέλεις ἀνωθεν ἐξ αὐτῆς,
φησὶγτῆς δημιουργίας; Ζήτησον ὃν λέγετε πρωτό-
πλαστον. Εὑρίσκω ἀπὸ πίστεως πεσόντα. Βλέπε τοῦ
πονηροῦ δαίμονος τά ῥήματα, τοῦ πάντα τολμῶντος
ῥᾳδίως ἐπιχειρεῖν, οἷα τολμᾷ, οἷα φθέγγεται, οἷα
προτείνει. Ὑμεῖς λέγετε, φησὶν, ὅτι 6 ὄφις εἶπεν αύ-
τῷ · ᾟ ἂν ἡμέρᾳ φάγησθε, ἔσεσθε ὠς θεοί γινώ-
σκοντες καλὸν καὶ πονηρόν. Ἐπίστευσε τῷ ϐφει,
πιστεύσας ἀπώλετο. Ἀρχὴ οὖν τῶν κακῶν πίστις.
Ταῦτα 7:96; ἡμᾶς ἐκεῖνοι οί τῆς ἀληθείας ἐχθροὶ, οἱ
τῆς εὐσεϐείας πολέμιοι, Ἀλλ’ ἠγνόησαν οί ἀσεϐεῖς
τὸν ἀληθῆ τῆς πίστεως ὅρον, οὐκ οἴδασιν ὃ προτεί-
νουσι. Μὴ γὰρ ἡμεῖς λέγομεν, ὅτι πᾶς 6 παντὶ πι-
στεύων, ὲκεῖνος πίστιν ἔχει, καὶ πιστὸς ἀναγορεύεται ;
οὐχ ὃτι 6 πιστεύων τῷ τυχόντι, πιστὸς, ἀλλ’ 6 Θεῷ
πιστεύων ἀληθινῶς. Μὴ γὰρ ἔδειξας, ὅτι Θεῷ πιστεύ-
σας ἀπώλετο; Διαϐόλῳ πιστεύσας ἔπεσε, Θεῷ ἀπιο
στήσας ὼλίσθησε. Τί διαστρέφεις τὰ ῥήματας ’Ἄκουε
Ἱερεμίου λέγοντος· Ἀκούσατέ μου. οἱ μισοῦντες
κρίσιν, οὶ ,πάντα τὰ ὀρθὰ διαστρέφοντες, Καὶ μὴν
ἐχρῆν εἰπεῖν’ Ἀρχὴ τῶν κακῶν ἀπιστία. El γὰρ ὲττί-
στευσε Θεῷ λέγοντι, ⁷ῌ ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ
ἀποθανεῖσθε, οὐκ ἂν ὼλίσθησεν, ἀλλ’ εἶχεν ἂν τὴν
πίστιν, πίστιν ἀσφαλῆ πρὸς σωτηρίαν. Ποτὲ μὴ διά-
ϐαλε 16 ὄνομα τῆς πίστεως. Οὐ γὰρ 6 παντὶ πι-
στεύων πιστὸς, ἀλλ’ 6 Θεῷ πιστεύων, οὗτος μόνος καὶ
ἔστι καὶ λέγεται. Κατάλειπε ζητήσεις, καὶ ἄσπασαί.
πίστιν. Πίστις πάντα φωτίζει, πίστις πάντα ἁγιάζει»
πίστις Πνεύματος ἀγίου καταξιοῖ. Στέφανος γὰρ
πλήρης πίστεως καί δυνάμεως. Ei μὴ προέλαμπεν
ἡ πίστις, δύναμις οὐκ ἠκολούθει τῷ ἀγίῳ. Ὅπου πίε
στις, ἐκεῖ καὶ δύναμις⁶ ὅπου ἀπιστία, ἐκεῖ καὶ ἀσθέ-
νεια. Ἀρχὴ τῶν ἀγαθῶν πίστις’ πηγὴ τῶν ἀγαθῶν
πίστις. Λάϐωμεν 16 ὅπλον τῆς σωτηρίας. Τί λέξεσι
δουλεύεις, καὶ τὴν ἀλήθειαν φεύγεις; διατί προσφέ-
ρεις ἃ μὴ τολμᾷ μήτε τῶν ἀγγέλων φύσις ὲρευνῆσατ;
Τί λέγωή τῶν ἀγγέλων φύσις; ἀ μήτε δαίμονες
τολμῶσιν. Οὐ θέλεις ἀκολουθῆσαι Πέτρῳς οὐ θέλεις
ἀκολουθῆσαι Παύλῳ; οὐ τοῖς ἀγγέλοις; οὐ τοῖς Χε-
¹¹ Sic. fere ubique pro τολμώντων.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.