PG 6, col. 265

λων, Σόλων, ’Έλληνες παῖδές ἐστε ἀεὶ, γέρων
δὲ Ἕλλην οὐκ ἔστιν. Εἶτα αὖθις, Νέοι, ἔφη, ἐστέ
τὰς ψυχὰς πάντες. Οὐδεμιίιν γὰρ ὲν αὐταῖςῌΞ)
δι’ ἀρχαίαν ἀκοὴν ἔχετε παλαιὰν δόξαν, οὐδὲ
μάθημα χρόνῳ πολιὸν οὐδέν· ἀλλ’ ὑμᾶς λέληθε,
διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς
γράμμασι τελευτᾷν ἀφώνους. Είδέναι τοίνυν προ-σ-
ήκει, ὅτι πᾶσαν ἱστορίαν τοῖς τῶν Ἑλλήνων ὕστερον
εὑρεθεῖσι γράμμασι γεγράφθαι συμϐαίνει· καὶ εἴτε
ποιητῶν τις ἀρχαίων (15), εἴτε νομοθετῶν, εἴτε
ἱστοριογράφων, εἴτε φιλοσόφων, ἢ ρητόρων μνημο-
νεῦσαι βούλοιτο, εὑρήσει τούτους τὰ ἑαυτῶν συγ-
γράμματα τοῖς τῶν Ἐλλήνων γεγραφότας γράμ-
μασιν.
15. ΕΞ δέ τις φάσκοι καὶ τοῦ Μωῦσέως καὶ τῶν
ἄλλων προφητῶν τοῖς τῶν Ἐλλήνων γεγράφθαι
γράμμασι, γνώτω ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις,
ὃτι Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς, βιϐλιοθή-
κην ὲν τῇ Ἀλεξανδρείᾳ κατασκευάσας, καὶ παντα-
χόθεν συναγαγὼν βιϐλία, καὶ πληρώσας αὐτὴν, ἕπε ιτα
μαθὼν δτι ἀρχαίας ἱστορίας τοῖς (14) τῶν Ἐϐραίων
γράμμασι γεγραμμένας σώζεσθαι ἀκριϐῶς συμϐαί-
νει, γνῶναι τὰ γεγραμμένα βουλόμενος, σοφοὺς ἄν-
δρας ἑϐδομή κοντα, τοὺς καὶ τὴν Ἑλλήνων καὶ Ἐϐραίων
διάλεκτον εἰδότας, ἑρμηνεῦσαι αὐτοῖς τὰς βίϐλους
προσέταξεν, ἀπὸ τῆς Ἰερουσαλὴμ μεταστειλάμενος·
καὶ ἵνα πάσης ὀχλήσεως ἐκτὸς ὄντες θᾶττον ἑρμηνεύ-
εωσι, προσέταξεν αὐτοῖς μὴ ἐν αὐτῇ τῇ πόλει, ἀλλὰ
ἀπὺ ἑπτὰ σταδίων, ἔνθα τὴν Φάρον (lii) ᾠκοδο-
μῆσθαι συμϐαίνει, ἰσαρίθμους τῶν ἐρμηνευόν-
των οἱκίσκους γενέσθαι μικροὺς, ἐπὶ τῷ ἐκα-
στον ἰδίᾳ καθ ἑαυτὸν την ἑρμηνείαν πληρώσαι·
προστάξας τοῖς ἐφεστῶσιν ὑπηρέταις (16), πάσης
μὲν αὐτοὺς θεραπείας τυγχάνειν, εἴργεσθαι δὲ τῆς
πρὸς ἀλλήλους ὁμιλίας, ἵνα τὸ τῆς ἑρμηνείας ἀκρι-
ίές, καὶ διὰ τῆς τούτων συμφωνίας, γνωσθῆναι δυ-
νηθῇ. Ἐπεὶ δὲ ἔγνω τοὺς ἐϐδομήκοντα ἄνδρας μὴ
μόνον τῇ αὐτῇ διανοίᾳ, ἀλλὰ καὶ ταῖς αὐταῖς λέξεσι
χρησαμένους, καὶ μηδὲ ἄχρι μιᾶς λέξεως τῆς πρὸς
ἀλλήλους συμφωνίας διημαρτηκότας, ἀλλὰ τὰ αὐτὶ
καὶ περὶ τῶν αὐτῶν γεγραφότας, ἐκπλαγεὶς, καὶ
θεία δυνάμει τὴν ἑρμηνείαν γεγράφθαι πιστεύσας,
πάσης μὲν τιμῆς ἀξίους αὐτοὺς, ὡς θεοφιλεῖς ἄνδρας
διέγνω· μετὰ πολλῶν δέ δώρων αὐτοὺς εἰς τὴν ἑαυ-
τῶν πατρίδα ἐπανελθεῖν προσέταξε· τὰς δὲ βίϐλους
(Π) θαυμάσας, ὡς εἰκὸς, καὶ ἐκθειάσας (18), ἐκεῖσε
(11) Εὖ μάλα. Sic Plato ipse et Reg. 9. ad marg.
Editi οὗ μάλα .
(lilii:- αὑταῖς. Totum hunc locum ex ipsius
Platonisicontextuitin Timwo) emendavit R. δι’. qui
primus Cra-re Justinum edidit. Sic enim legitur ’ἱιι
nostris codicibus, nempe Reg. ‘2 et 3, el Clarom. ct
CUI-in: Ἐν αὑταῖς ἔχετε παλαιὰν δόξαν, οὐδὲ μακρῴ
χῇνῳ παλαιὸν οὐδὲν. Mox Reg. ‘2 et Clarum: : ιςιᾶ
ῖξ ἐπει πολλὰς γενεὰς ὲνδεῖσθαῗ γράμμασι τελευτᾷν
sfairion; (Inibifl‘l. τίδιὰ τὸ ἐπὶ γενεὰς τελευ-
τᾷν ἀφώνους.
Parant. (in: VI

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.