PG 65, col. 1144

νούς. Διόπερ ἀλλαχοῦ προανεφώνησεν ὁ Προφήτης
λέγων· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι·
ἄψαε τῶν ὀρέων, καὶ καπσισθήσονται· ἄστραε-
φον ἀστραπὴν, καὶ σκορπιιεῖς αὐτούς. Τοῦτο δὲ
ἔλεγεν τῶν τοῦ ἅδου δυνάμεων τὴν συντριβὴν προ-
ευαγγελιζόμενος τοῖς ὑπὸ τὴν σκιὰν ἔτι τοῦ θανά-
του καθημένοις· ἦντινα ἐνεργεῖσθαι ἐκ τῆς τοῦ Κυ-
ρἰου ταφῆς καὶ ἀναστάσεως διὰ πολλῶν πεπληροφο-
ρήμεθα Διόπερ ἐν ἐτέρῳ πάλιν κεφαλαίῳ τὸν αλμ-
ῳδὸνἔχομεν λέγοντα· Ἀναβὰς εἰς ὕψος, ήχμαλώ-
τευσεν αἰχμαἔωσίαν, ἔδωκαν δώματα ἐν ἀνθρώ-
ποις. Ἐκ γὰρτῆς αἰχμαλωσίας τοῦ θανάτου διὰ τῆς
ἐαυτοῦ ἀναστάσεως λαβὼν τὴν ἀνθρωπότητα ὁ μονο-
γενὴς Τἱὸς τοῦ Θεοῦ, καὶ ἀνελθὼν ὑπεράνω τῶν οὐ-
ρανῶν, ὅπλατοῖς θέλουσιν δικαιοσύνην (βασιλεὺς γάρ
ἐστι δόξης)ηὐτρεπίσατο, λογικοῖς θώραξιιτοὺςπαρʼαὐ-
τοῦ ἐν σφραγῖδι ταπεινοφροσύνης στρατολογουμένους
καθʼ ἡμέραν ἀσφαλιζόμενος· ἔπρεπεν γὰρ αὐτὸν ἐκ
στόματος νηπίων καὶ θηλαζόντων καταρτίσασθαι αἶ-
νον, τοὺς τῇ οἰήσει τελεῖσθαι νομίζοντας ἀποδοκιμά-
σαι εἰς τέλος. Σφραγὶς γὰρ ὄντως εὐσεβείας, ταπεί-
νωσις· διόπερ ἐκεῖνοι μὲν ἀπειθοῦντες τὸ κατασκηνῶ-
σαι κατὰ τὴν προφητείαν διὰ τῆς ἀναστάσεως τοῦ
Χριστοῦ ἐν τῷ φωτὶ τῶν ζώντων, τῆς ἑαυτῶν κο-
μιοῦνται ἀνοίας τοὺς καρπούς.
IP. Ἡμεῖς δὲ τὰ τοῦ 2αλμῳδοῦ καὶ πάλιν, ἀδελφοὶ,
φιλοσοφήσωμεν ῥήματα, ἵνα ἴδωμεν καὶ πάλιν τοῖς
ὀφθαλμοῖς τοῦ λόγου τὸν ἐπὶ νεφέλης εἰς οὐρανοὺς
ἀναβάντα Κύριον· τὴν γὰρ τῶν ἀποστόλων μαρτυρίαν
τέως σιωπᾷν με προτρέπεται ὁ λόγος, ἵνα μὴ δόξω
παρὰ τοῖς ἄφροσιν ἐμαυτῷ συνηγορεῖν, ὀπότε πᾶς
ἀποστολικὸς λόγος, ὑπὸ τῆς προφητικῆς μαρτυρεῖ-
ται ἀληθείας· γεννήματα γὰρ ὄντες οἱ αὐτῶν λόγοι
γνωρίζονται τῶν προφητικῶν ῥήσεων. Ἀ γὰρ οἱ προ-
φῆται κατὰ πρόγνωσιν περὶ τῆς ἐνανθρωπήσεως
τοῦ Κυρίου ἡν[οῆίξαντο, οἱ ἀπόστολοι ταῦτα κατʼ ἐπί-
γνωσιν ὑπὸ τοῦ αὐτοῦ ἐμπνευσθέντες ἀγίου Πνεύμα-
τος διετράνωσαν. Ἐν τῷ ἐγγίζειν γὰρ, φησὶν, τὰ
ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀνα-
δειχθήσῃ. Εἴπωμεν οὖν πάλιν· Κύριος, ὁ Κύριος
ἡμῶν, ὡς θαυμαστὸν τὸ δνομά σου ἐν πάσῃ τ
γῇ ὅτι ἐπτήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνα
τῶν οὐρανῶν, ἵνα γνῶμεν σαφῶς, ὅτι ἡ ἐνανθρώπη
σις τοῦ Κυρίου, καὶ ἡ ἀπὸ γῆς αὐτοῦ εἰς οὐρανοὺς
ἐπάνοδος, ἦστινος τὴν μνήμην σήμερον ἐορτάζομεν
Θεοῦ γνώσεως τὸν κόσμον ἐπλήρωσεν. Ἐως μὲν γάς
που ἦν ἐπὶ τῆς γῆς, μικρὰ περὶ τοῦ μεγαλείου τῆι
αὐτοῦ δόξης οἱ πολλοὶ ὑπελάμβανον· ἐπειδὴ δὲ ἐμ-
φανῶς ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς, πᾶσαν τὴν τοῦ
Πατρὸς, ὡς ἔπρεπεν, ἀποπληρώσας βούλησιν, θαύμα-
τος ἡ πᾶσα καὶ γνώσεως ἐπληρώθη αἴτησις, ἀναβαί-
νοντα ἤτοι ἀναλαμβανόμενον τὸν τῶν ὅλων Κύριον
θεωροῦσα. Ἐπήρθη μὲν, ἤτοι ὑψώθη ὑπεράνω πάντων
τῶν οὐρανῶν, κατὰ τὴν προφητείαν, ὡς ἄνθρωπος·
Δυέβη δὲ ὡς Θεός· Ἀνέβη γὰρ, φησὶν, ὁ Θεὸς ἐν
ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.-
ν. Οὐκ ἂν δὲ τούτοις ὁ Προφήτης ἐχρήσατο τοῦς
ss P.aI. cvuu. 5 . s⁶ Luc. I. 79. ⁵¹ Pςal.uxvn, I9. ss PgaI. vm, 3; Matth. Xαι, 16. Habac.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.