PG 65, col. 328
πæ. Ἡρώτησεν ὁ ἀββᾶς Ἡσεῖας τὸν ἀββεν Ποιμένα
περὶ τῶν ῥυπαρῶν λογισμῶν. Καὶ λέγει αὐτῷ ὁ ἀὺ-
βᾶς Ποιμήν· Ὡσπερ κάμπτρα μεστὴ ἱματίων, καὶ
ἐὰν ἀφῇ αὐτά τις, τῷ χρόνῳ σήπονται· οὕτως καὶ
οἱ λογισμοί· ἐὰν μὴ ποιήσωμεν αὐτοὺς σωματικῶς,
τῷ χρόνῳ ἀφανίζονται ἤτοι σήπονται.
κα. Ἡρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν αὐτὸν λόγον·
καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ὡσπερ ἐάν τις
ὄφιν καὶ σκορπίον βάλῃ εἰς ἀγγεῖον, καὶ φράξῃ, πάν-
τως τῷ χρόνῳ ἀποθνήσκουσιν· οὕτως καὶ οἱ πονηροὶ
λογισμοὶ, ἀπὸ τῶν δαιμόνων βλαστάνοντες, διὰ τῆς
ὑπομονῆς ἐκλείπουσιν.
κβ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββὰν Ποιμένα, καὶ
λέγει αὐτῷ· Σπείρω τὸν ἀγρόν μου, καὶ ποιῶ ἐξ αὐ-
τοῦ ἀγάπην. Λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς.
Καὶ ἀπῆλθε μετὰ προθυμίας, καὶ προσέθηκε τῇ
ἀγάπῃ. Καὶ ἤκουσεν ὁ ἀββᾶς Ἀνοὺβ τὸν λόγον, καὶ
λέγει τῷ ἀββᾷ Ποιμένι· Οὐ φοβῇ τὸν Θεὸν, οὕτως
λαλήσας τῷ ἀδελφῷ; Καὶ ἐσιώπησεν ὁ γέρων. Καὶ
μετὰ δύο ἡμέρας ἔπεμψεν ὁ ἀββᾶς Ποιμὴν ἐπὶ τὸν
ἀδελφὸν, καὶ λέγει αὐτῷ ἀκούοντος τοῦ ἀββᾶ Ἀνούβ·
Τἰ ειπές μοι τῇ ἄλλῃ; ὅτι ὁ νοῦς μου ἀλλαχοῦ ἦν.
Λέγει αὐτῷ ὁ ἀδελφός· ἶπον, ὅτι σπείρω τὸν ἀγρόν
μου, καὶ ποιῶ ἐξ αὐτοῦ ἀγάπην. Καὶ τἶπεν αὐτῷ ὁ
sββᾶς Ποιμήν· Ἐνόμιζον ὅτι περὶ τοῦ ἀδελφοῦ σου
τοῦ κόσμου ¹ ἐλάλησας· εἰ δὲ σὺ εἶ ὁ ποιῶν τὸ ἔργον
τοῦτο, οὐκ ἔστι τοῦτο μοναχοῦ. Ὁ δὲ ἀκούσας ἐλυ-
πήθη. λέγων· Ἀλλο ἔργον οὐδὲν οἶδα, εἰ μὴ τοῦτο,
καὶ οὐ δύναμαι μὴ σπείρειν τὸν ἀγρόν μου. Ὁτε οὖν
ἀνεχώρησεν, ἔβαλεν αὐτῷὁ ἀββᾶς Ἀνοὺβ μετάνοιαν,
λέγων· Συγχώρησόν μοι. Καὶ λέγει ὁ ἀββᾶς Ποι-
μήν· Κάγὼ ἐξ ἀρχῆς βδειν ὅτι οὐκ ἔστιν ἔργον μο-
ναχοῦ· ἀλλὰ πρὸς τὸν λογισμὸν αὐτοῦ ἐλάλησα, καὶ
ἔδωκα αὐτῷ προθυμίαν εἰς τὴν προκοπὴν τῆς ἀγά-
πης. Νῦν δὲ ἀπῆλθε λυπούμενος, καὶ πάλιν τὸ αὐτὸ
ποιεῖ.
κγ. ἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐὰν ἀμαρτήσῃ ἄν-
θρωπος, καὶ ἀρνήσηται, λέγων, Οὐχ ἤμαρτον, μὴ
ἐλέγξῃς αὐτόν· εἰ δὲ μήγε, ἐκκόπτεις αὐτοῦ τὴν προ-
θυμίαν. Ἐὰν δὲ εἴπῃς αὐτῷ· Μὴ ἀθυμήσῃς, ἀδελφὲ,
ἀλλὰ φύλαξαι τοῦ λοιποῦ, διεγείρεις αὐτοῦ τὴν ψυχὴν
πρὸς μετάνοιαν,
κὸ. ἶπε πάλιν· Καλὴ ἡ πεῖρα· αὕτη γὰρ διδά
σκει ⁶⁶ τὸν ἄνθρωπον δόκιμον V,
κε. Εἶπε πάλιιν· Ἀνθρωπος διδάσκων, μὴ
ποιῶν δὲ ἃ διδάσκει, ὅμοιός ἐστι κρήνῃ· ὅτι πάντας
ποτίζει καὶ πλύνει, ἐαυτὴν δὲ οὐ δύναται καθα-
ρίσαι ⁴.
κς. Παρερχόμενός ποτε ὁ ἀββᾶς Ποιμὴν εἰς τὴν
ἀἴγυπτον, εἶδε γυναῖκα ἐν μνημείῳ καθεζομένην, καὶ
κλαίουσαν πικρῶς. Καὶ λέγει· Ἐὰν ἔλθωσι πάντα
τὰ τερπνὰ τοῦ κόσμου τούτου, οὐ μὴ μεταστήσωσι
¹ AI. κοσμικοῦ. AI. ποιεῖ. Al. δοκιμώτερον. ⁵⁴ Al. add. ἀλλὰ πάσης ῥυπαρίας πεπλήρωται,
(966) i. Patr. α, 49.
(96) Pu. Ptr. α, 50.
(97) Vi. Patr. m, 10.