PG 65, col. 341
θεασάμενοι αὐτὴν, ύπέστρεψαν, καὶ ἔκλεισαν τὴν θὐ-
ραν εἰς τὸ πρόσωπον αὐτῆς. Ἡ δὲ πρὸς τὴν θύραν
ἔκραζε κλαίουσα μετὰ οἴκτου πολλοῦ, καὶ λέγουσα·
Ἰδω ὑμᾶς, τέκνα μου ἡγαπημένα. Ἀκούσας δὲ αὐ-
τῆςὁ ἀββᾶς Ἀνοὺβ εἰσῆλθε πρὸς τὸν ἀββᾶν Ποιμένα,
λέγων·· Τί ποιήσωμεν τῇ γραῖδι ταύτῃ κλαιούσῃ πρὸς
τὴν θύραν; Καὶ ἔνδοθεν στὰς, ἤκουσεν αὐτῆς κλαιού-
σης μετὰ οἴκτου πολλοῦ· καὶ εἶπεν αὐτῇ· Τί οὕτως
κράζεις, γραῦ; Ἡ δὲ τῆς φωνῆς αὐτοῦ ἀκούσασα
πολλῷ μᾶλλον ἐκραύγαζε, κλαίουσα καὶ λέγουσα·
Θέλω ὑμᾶς ἰδεῖν, τέκνα μου. Τί γάρ ἐστιν ἐὰν ἰδω
ὑμᾶς; μὴ οὐκ εἰμὶ μήτηρ ὑμῶν; μὴ οὐκ ἐγὼ ὑμᾶς
ἐθήλασα; ὅλη εἰμὶ πολιά (44). Ἀκούσασα γὰρ τῆς
φωνῆς σου ἐταράχθην. Λέγει αὐτῇ ὁ γέρων· Ὁδε θέ-
λιις ἡμᾶς ἰδεῖν, ἢ εἰς τὸν ἐκεῖ κόσμον; Λέγει αὐτῷ·
Ἐὰν μὴ ἴδω ὑμᾶς ὦδε. βλέπω ὑμᾶς εἰς τὸν ἐκεῖ κό-
σμον; Λέγει αὐτῇ · Ἐὰν σεαυτὴν βιάσῃ μὴ ἰδεῖν
ἡμᾶς ὥδε, ὀρᾷς ἡμᾶς ἐκεῖ. Ἀκξλθε οὖν χαίρουσα,
καὶ λέγουσα· Εἰ ὅλως ὀρῶ ὑμᾶς ἐκεῖ, οὐ θέλω ὧδε
ὑμᾶς ἰδεῖν.
οὐ. Ἀδελφὸς ἠρώτησε τὸν ἀδβῖν Ποιμένα, λέ-
γων· Τὰ ὑψηλὰ τί ἐστι; Λέγει αὐτῷ ὁ γέρων· Τὸ
δὶκαίωμα.
οη. Ἡλθόν ποτέ τινες αἰρετικοὶ πρὸς τὸν ἀββᾶν-
Ποιμένα. καὶ ἤρξαντο καταλαλεῖν τοῦ ἀρχιεπισκόπου
Ἀλεξανδρείας, ὡς ὅτι παρὰ πρεσβυτέρων ἔχει τὴν
χειροτονίαν. Ὁ δὲ γέρων σιωπήσας ἐφώνησε τὸν
ἀδελφὸν αὐτοῦ, καὶ εἶπε· Παράθες τὴν τράπεζαν, καὶ
ποίησον αὐτοῖς ⁹¹ φαγεῖν. καὶ πέμψον αὐτοὺς μετʼ
εἰρήνης.
ο5, Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς συνοικῶν
ἀδελφοῖς ἡρώτησε τὸν δββᾶν Βισαρίωνα· Τί ποιήσω;
Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Σιώπα, καὶ μὴ μετρῆς
ἐαυτόν.
. ἶπε πάλιν· Εἰς ὅν ἡ καρδία σου οὐ πληροφο-
ρεῖται, μὴ πρόσχῃς τούτῳ τῇ καρδίᾳ σου.
παʼ. ἶπε πάλιν, ὅτι Ἐὰν σεαυτὸν εὐτελίσῃς,
ἕξεις ἀνάπαυσιν, εἰς οἶον δʼ ἂν τόπον καθίσῃς.
πβ. Κἶπε πάλιν, ὅτι ἔλεγεν ο ἀββές Σισόης, ὅτι
Ἐστιν αἰσχύνη, ἀφοβίας ἔχουσα ἀμαρτίαν.
πν. ἶπε πάλιν ὅτι τὸ θέλημα, καὶ ἡ ἀνάπαυσις,
καὶ ἡ τούτων συνήθεια, καταβάλλει τὸν ἄνθρωπον.
πὸ. ἶπε πάλιν· Ἐὰν ἦς σιωπητικὸς, ἐξεις ἀνά-
παυσιν ἐν παντὶ τόπῳ οὗ ἐὰν οἰκήσῃς.
πc. ἶπε πάλιν περὶ τοῦ ἀδβ1 Πίωρ, ὅτι ἐκάστης
ἡμέρας ἐτίθει ἀρχήν.
πς. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων·
Ἐὰν προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, καὶ
ἐπιστρέψῃ, συγχωρεῖται παρὰ Θεῷ; Ἐφη αὐτῷ ὁ
γέρων· Ἀλλʼ ὁ ἐντειλάμενος Θεὸς τοῖς ἀνθρώποις
τοῦτο ποιεῖν, οὐχὶ μᾶλλον αὐτὸς ποιήσει; Ἐνετείλατο
γὰρ τῷ Πέτρῳ λέγων· Ἐως ἐβδομηκοντάκις ἐπτά.
s AI. αὐτούς. AI. add. ἄφες τῷ ἀδελφῷ σου.
(44) λλη εlμὶ ποθά. Clare Pelagius : Τota sum
jams canis plesa. Sed qnid sint is a Rulini, Jam omni
suorartm contractione repleta sttit, plauae ncscio,