PG 65, col. 688

δεὲς ἔχων · ὲν δὲ τῷ φιλοικτίρμων, τὸ είς συμπάθειαν
ἀνυπέρϐλητον ὲδημοσίευσεν · ὲν δὲ τῷ ἀρχιερεὺς, τὸ
εἰς παράστασιν ἀξιόπιστον φέρων, οἷς οὐδὲν εὕροι τις
ἂν ἐπ’ οὐδενὶ ἴσον ἢ παραπλήσιον πώποτε. Ὀρα γὰρ
αὐτοῦ τὴν φιλανθρωπίαν. Ἐκὼν κατακριθεὶς, τὸν
κατά τῶν σταυρωσάντων αὐτὸν ἔλυσε θάνατον, καὶ
ἀπέστρεψε τὴν τῶν ἀποκτεινάντων ἀνομίαν, εἰς τὴν
τῶν άνομησάντων σωτηρίαν.
Z'. ’Δνθρὼπου τοίνυν ψιλοῦ, σῶσαιούκ ἦν ο καὶγὰρ
καὶ αὐτὸς ἐδεῖτο τοῦ σώζοντος, κατά Παῦλον τὸν λέ·-
γοντα, ὅτι Πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς
δόξης τοῦ Θεοῦ, καὶ τά ὲξῆς. Ἐπειδὴ οὖν ἡ ἁμαρ-
τία τῷ διαϐόλῳ, προσῆγε τὸν αὐτῆς ὑπεύθυνον, 6
διάϐολος τῷ θανάτῳ τοῦτον προσέπεμπεο τοιγάρτοι
ὲν μεγίστῳ κινδύνῳ τά καθ’ ἡμᾶς προῆγε, καὶ ὲν
ἀπόροις ἦν λύσις τοῦ θανάτουο οἱ πεμφθέντες ἰατροὶ
κατηγόρουν. Τί οὖνς Ὠς εἶδον οἱ προφῆται μεῖζον
τέχνης ἀνθρωπίνης τὸ τραῦμα, τὸν ἐξ ούρανοῦ ἐπεϐόων
ἰατρόν. Καὶ ὁ μὲν ἔλεγε· Κλῖνον οὐρανοὺς, καὶ
κατάϐηθι. Ἄλλος· Ἵασαί με, Κύριε, καὶ ἰαθήσο-
μαι. Ἕτερος, Ἐξέγειρον τὴν δυναστείαν σου, και
ἐλθὲ εὶς τὸ σῶσαι ἡμᾶς. ’Ἄλλος ο Et ὄντως οἰκήσει
Θεὸς μετὰ ἀνθρώπων; Ἀλλος, Ταχὺ προκαται
.lab’étwaar ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτω-
λ χεύσαμεν σφόδρα. Ἕτεροςο οι μοι ὅτι ἀπόλωλεν
εὐλαϐὴς ἀπὸ τῆς γῆς, καὶ d κατορθῶν ἐν ἀνθρώ-
ποις οὐχ ὑπάρχει. ’Δλλος ⁸ Ὀ Θεὸς εἱς τὴν βοή-
θειάν μου πρόσχες, καὶ εις βοηθῆσαί μοι σπεῦ-
σον, Ἄλλος· Ὅσον, ὅσον ό ἐρχόμενος ἥξει, και
οὐ χρονιεῖ. Ἀλλοςο Ἐπλανήθην ὡς πρόϐατον
ἀπολωλὸς, ζήτησον τὸν δοῦλόν σου τὸν ἐλπίζοντα
ἐπὶ σέο Ἀλλος ο '0 Θεὸς ἐμφανῶς ἥξει, ὀ Θεὸς
ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Ού παρεῖδε τοίνυν
τὴν φύσιν τὴν ἀνθρωπίνην ἐπὶ πολὺ τυραννουμένην,
ὁ φύσει βασιλεὺς ὑπάρχων ο οὐκ ἀφῆκεν είς τέλος
εἶναι τῷ διαϐόλῳ ὑπεύθυνον, ὁ φιλοικτίρμων θεόςο
ἀλλ’ ἦλθεν ὁ ἀεὶ παρὼν, καὶ κατέϐαλε λύτρον ὑπὲρ
ἡμῶν τὸ ἴδιον αἷμα* καὶ ἔδωκεν ὑπὲρ τοῦγένους
ἀντάλλαγμα τῷ θανάτῳ, ἢν ὲκ Παρθένου ὲφὸρεσε
σάρκα ’ καὶ ὲξηγοράσατο τὸν κόσμον ἐκ τῆς τοῦ νόμου
κατάρας, θανάτῳ τὸν θάνατον καταργήσας ο καὶ βοᾷ
“alno; ' Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας
τοῦ νόμου.
H'. '0 τοίνυν ἀγοράσας ἡμᾶς, ού ψιλὸς ἄνθρωπος,
ὦ Ἰουδαῖε · ἡ γάρ τῶν ἀνθρώπων ἀπασα φύσις τῇ
ἁμαρτίᾳ δεδούλωτο· ἀλλ’ οὔτε μὴν γυμνὸς ἀνθρωπῦ-
τητος Θεός · σῶμα γὰρ εἶχεν, ὧ Μανιχοιϊε. Ei μὴ γάρ
ἐνεδύσατο ἐμὲ, οὐκ ἂν ἔσωσεν ἐμέ ο ἀλλ’ ὲν τῇ γαστρὶ
¹¹ Psal. Lxxtx, 5.
¹¹ ιιι tteg. vm, 27.
“ Hahae. ιι, ⁷ 5.
⁸⁷ Psal. cum, 176.
sat. uix, 2.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.