PG 66, col. 1048

ν τις γυνὴἐν τῇ Ἀλεξανδρείᾳ, τοὄνομα πατία.
Αὕτη Θέωνος μὲν τοῦ qιλοσόφου θυγάτηρ ἦν· ἐπὶ
τοσοῦτο δὲ προῦβη παιδλίας, ὡς ὑπερακοντίσαι τοὺς
κατʼ αὐτὴν φιλοσόφους ,τὴν δὲ Πλατωνικὴν ἀπὸ
Πλωτίνου καταγομένην διατριβὴν διαδέξασθαι, καὶ
πάντα τὰ φιλόσοφα μαθήματα τοῖς βουλομένοις ἐκ-
τίθεσθαι. Διὸ καὶ οἱ πανταχόθεν φιλοσοφεῖν βουλό-
μενοι κατέτρεχον παρʼ αὐτὴν, διὰ τὴν προσοῦσαν αὐτῇ
ἐκ τῆς παιδεύσεως σεμνὴν παῤῥησίαν. Καὶ τοῖς ἄρ-
χουσι σωφρόνως εἰς πρόσωπον ἤρχετο· καὶ οὐκ ἦν
τις αἰσχύνη ἐν μέσῳ ἀνδρῶν παρεῖναι αὐτήν. Πάυτες
γὰρ, διʼ ὑπερβάλλουσαν σωφροσύνην, πλέον αὐτὴν
ἡδοῦντο καὶ κατεπλήττοντο. Κατὰ δὴ ταύτης τότε ὁ
φθόνος ὡπλίσατο. Ἐπεὶ γὰρ συνετύγχανεν συχνότερο
Ὁρέστῃ, διαβολὴν τοῦτʼ ἐκίνησε κατʼ αὐτῆς παρὰ
τῷ τῆς Ἐκκλησίας λαῷ, ὡς ἄρα εἴη αὕτη μὴ συγ-
χωροῦσα τὸν Ὁρέστην εἰς φιλίαν τῷ ἐπισκόπῳ συμ-
βῆναι. Καὶ δὴ συμφωνήσαντες ἄνδρες τὸ φρόνημα
ἔνθερμοι, ὧν ἡγεῖτο Πέτρος τις ἀναγνώστης, ἐπιιτη-
ροῦσι τὴν ἄνθρωπον ἐπανιοῦσαν ἐπὶ οἰκίαν ποθὲν,
καὶ ἐκ τοῦ δίφρου ἐκβαλόντες, ἐπὶ τὴν ἐκκλησίαν, ἢ
ἐπώνυμον Καισάριον, συνέλκουσιν· ἀποδύσαντές τε
τὴν ἐσθῆτα ὀστράκοις ἀνεῖλον, καὶ μεληδὸν διασπά-
σαντες, ἐπὶ τὸν καλούμενον Κιναρῶνα τὰ μέλη συν-
ἀραντες, πυρὶ κατηνάλωσαν. Ταῦτα οὐ μικρὸν μῶμον
Κνρίλλῳ, καὶ τῇ Ἀλεξανδρέων Ἐκκλησίᾳ εἰργά-
σαντο. Ἀλλότριον γὰρ παντελῶς τῶν φρονούντων τὰ
ppsTOLA

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.