PG 66, col. 728

ἐσθῆτα ἀπέπεμψε τῷ Πιλάτῳ φίλος γενόμενος, ὼς
ἀπαλλαγεὶς ὑποψίας καὶ κρατήσας ἐχθροῦ καὶ πολε-
μίου, ἐξουδενύηας αὑτὸν ὼς ἐχθρὸν μηκέτι τι ποιῆσαι
δυνάμενον.
,ρ ,ρο
ΠΡΟΟΙΜΙΟΝ.
Μετὰ τὴν (‘2) είς οὐρανοὺς ἀνάληψιν τοῦ Κυρίου,
ἐπὶ πολλῷ μὲν τοῖς Ἰεροσολύμοις ἐνδιέτριψαν ot
μαθηταὶ τῷ χρόνῳ, τὰς πλησίον περινοστοῦντες
πόλεις καὶ μᾶλλον τοῖς Ἰουδαίοις διαλεγόμενοι περὶ
τοῦ κηρύγματος, μέχρι Παῦλος ὁ μέγας ὑπὸ τῆς
θείας χάριτος ἐναχθεὶς φανερῶς πρὸς τὸ τοῖς ἔθνεσι
κηρύττειν ἀφωρίσθη. Τοῦ δὲ χρόνου προϐάντος ἡ
θεία χάρις, οὐκ ἀνεχομένη τοὺς οἰκείους κήρυκας
ἐν μέρει περικεκλεῖσθαι τῆς γῆς, διαφόροις οἰκονο-
μίαις αὐτοὺς ἐπὶ τοὺς πόρρω τόπους ἐξήγαγεν. Ἡ
μὲν γάρ Σίμωνος πρόφασις τὸν μακάριον Πέτρον τὴν
ἐπὶ Ῥώμην ὁδὸν ποιήσασθαι παρεσκεύαζεν, ἕτερον
δὲ ἑτέρως · ού γὰρ ταῦτα νῦν καταλέγειν καιρός.
Οὕτω δὴ καὶ ὁ μακάριος Ἰωάννης οίκεῖ τὴν Ἔφεσον,
ἃπασαν ἐφοδεύων τὴν Ἀσίαν καὶ πολλὴν τοῖς ἐκεῖ
διὰ τῶν οίκείων λόγων τὴν ὠφέλειαν παρεχόμενος.
Γίνεται τοίνυν ἐν τούτοις τῶν λοιπῶν εύαγγελιστῶν
ἐκδοσις, Ματθαίου τε καὶ Μάρκου, ἔτι μὴν καὶ Λουκᾶ
τά οἰκεῖα γεγραφότων Εὐαγγέλια, διεδόθη τε καὶκατὰ
πάσης ἐν ἀκαρεῖ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν πιστῶν
ἐσπουδάζετο πάντων μετὰ πολλῆς, ὼς εἰκὸς, τῆς δια-
θέσεως. Ἀλλ’ οἱ περί τὴν Ἀσίαν πιστοὶ, ἀξιοπιστό-
τερον τῶν λοιπῶν είς τὴν τοῦ Εὑαγγελίου μαρτυρίαν
Ἰωάννην κρίναντες εἶναι τὸν μακάριον, ὡς καὶ ἂνω·
θεν αὐτῷ συνόντα καλ⁵ πρὸ Ματθαίου καὶ πλείονος
διὰ τὴν ἀγάπην τῆς χάριτος ἀπολαύσαντα, προσήνεγ-
καν μὲν αύτῷ τὰς βίϐλους, μαθεῖν ἥντινα περὶ αύ-
τῶν ἔχει τὴν δόξαν παρ’ αὐτοῦ βουλόμενοι. Ὀ δὲ
ἐπῄνεσε μὶν τῆς ἀληθείας τοὺς γεγραφότας , ἔφησε
δὲ βραχέα μὲν αὐτοῖς παραλελεῖφθαι καὶ τῶν μάλιστα
θ ὲζμᾶξῼέῑιξνῗέχόἧζρᾷἰ’όὲιῖεἷέιζῷζρ’ζέιῖιέξέκᾷἆέκὲἱὲὲᾷᾃῖ ·
τα μικροῦ. Εἶτα καὶ δεῖν ἔφασκε τοὺς περὶ τῆς ἐν
σαρκὶ παρουσίας τοῦ Χριστοῦ διαλεγομένους μηδὲ τοὺς
περὶ τῆς θεότητος λόγους παραλιπεῖν, ὥστε μὴ τοῦ
χρόνου προόαίνοντος τούτοις ἐνεθισθέντας τοῖς λόγοις
τοὺς ἀνθρώπους τοῦτο μόνον αὑτὸν νομίζειν ὅπερ
ἐφαίνετο. Ἐπὶ τούτοις παράκλησις τῶν ἀδελφῶν
gulis prmlixn sunt v. Θεοδώρου Μοῷουεστίας.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.