PG 66, col. 729

λοσόφησε δογμάτων, ταύτην ἀναγκαίαν κρίνων τοῦ
Εὐαγγελίου ἔσεσθαι τὴν ἀρχὴν, καὶ οὕτω ἐπὶ τὴν
οἰκονομίαν μεταϐὰς, τότε καὶ αὐτὸς περ)⁵ τοῦ Κυρίου λεχθέντων ἢ γεγονότων οὐχ ἑτέραν τινὰ, ἀλλ’ ἢ ταύ-
την εἰδὼς οὖσαν ἀληθεστάτην ἀρχήν.
ΚΕΦΑΛ. A'.
Στίχ. γ’. -— Τινὲς μὲν οὖν (1) οὕτως ἀνέγνωσαν,
Ὃ γέγονεν ἐν αὐτῷ, ἀντὶ τοῦ, δι’ αὐτοῦ, λέγοντες·
’Πῶς δὲ οὐκ εῠηθες ἦν, εί τοῦτο ἔμελλε λέγειν ὁ Εὐαγ-
γελιστὴς, ὥς τι διδάσκων ἡμᾶς καινὸν καὶ τοῖς ἀν-
θρώποις ἄγνωστον; Ὃ κᾶν ὁ τυχὼν εἰπεῖν ἐδυνήθη
καὶ περὶ τυχόντος· Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν τῶν
δι’ αὐτοῦ γεγονότων. Πᾶς γὰρ ὁστισοῦν καὶ περὶ Β
παντὸς τοῦτο ὲρεῖ, ἐπείπερ δῆλον ὡς ὲπὶ παντὸς τῶν
ὃ τι ποτὲ διαπραττομένων οὐκ ἂν είποι τις ἑτέρως,
ἢ ὅτι Τῶν· δι’ αὐτοῦ γενομένων οὐδὲν γέγονε
χωρὶς αὐτοῦ. Τινὲς δὲ ἑτέρως ἀνέγνωσαν· Καὶ
χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ⁸ εἶτα · Ὅ γέγονεν
ἐν αὐτῷ ζωὴ ἦν · πολλὰ γὰρ ἀμέτοχα ζωῆς ἐστιν,
ὡς γῆ καὶ ὅρη. Ἔστιν οὖν πλοκὴ καὶ βεϐαίωσις τοῦ
προτέρου · εἶτα καὶ ἡ σαφήνεια. Εἰπὼν γὰρ, ὅτι
Πάντα δι’ αὑτοῦ ἐγένετο, ὲπήγαγε³ Καὶ χωρὶς
αὐτοῦ οὐδὲ ἓν ὃ γέγονεν, τουτέστι καὶ συντόμως
εἰπεῖν, Οὐδὲν τῶν γεγονότων ἄνευ αὐτοῦ γεγένηται,
μόνου τοῦ Πατρδς ὑπεξῃρη μένου τῆς αὐτοῦ ποιήσεως
σὺν τῷ ἁγίῳ Πνεύματι, ἐπειδήπερ ἀεὶ συνὼν αὐτοῖς,
είκότως καὶ κατὰ τὴν τῶν ὅλων δημιουργίαν αὐτοῖς C
κεκοινώνηκε.
Τοῦτο εἶπεν (2) διὰ πάντων βουληθεὶς δεῖξαι (3),
ὅτι οὗτος ἀεὶ συνῆν τῷ Πατρὶ, ὡς ὅμοιος τὴν φύσιν,
ὡς κοινωνὸς τῆς δημιουργίας, ὡς συνὼν μὲν ἀεὶ,
συνεργασάμενος δὲ ὅτε ἔδει γενέσθαι τὰ ὄντα. Σαφῶς
δὲ ἔδειξεν, ὅτι τὸ, δι’ αὐτοῦ, οὒ διακονίας ἕνεκεν
αὐτῷ κεῖται, ἀλλὰ συνεργείας ° καὶ τοῦ μηδὲν ὑφεξ-
αιρεῖσθαι τῆς αὑτοῦ ποιήσεως τῶν γεγονότων, τὸ
ἐπαγαγεῖν · Kal χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν, ὃ
γέγονεν (ιι)-
Στίχ. δ’. -- Ἐν (5) αὐτῷ ζωὴ ἦν· ἀντὶ τοῦ,
Πηγάζει τὴν ζωτικὴν δύναμιν, ὡς μὴ μόνον αὐτὸν
ζῇν, ἀλλὰ καὶ ζῶντα ποιεῖν, ὅπερ καὶ ἦν ἀκόλουθον
τῷ, Καὶ χωρίς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
Ἐποίησε γὰρ, φησὶ, τὰ ὄντα, πηγάζων τὴν ζωὴν, καὶ
οὐ παράγει μόνον φύσεις ἁπλῶς, ἀλλὰ γὰρ καὶ ζῶσας
ποιεῖ.
Ἀντὶ τοῦ* Αὐτὴ μέντοιὴ ἐν αὐτῷ δύναμις οὐ
ζωοποιεῖν μόνον ἱκανὴ, ἀλλὰ καὶ γνώσεως πληροῦν
τὰς τῶν ἀνθρώπων ψυχάς.
Στίχ. ς’. — Μετεληλυθὼς (6) λοιπὸν ἐπὶ τὴν ἐπι-
φάνειαν τοῦ Υίοῦ, τίνα ἂν εὗρεν ἀρχὴν ἑτέραν, ἢ τὰ
κατὰ τὸν Ίωάννην; ’Δφ’ οὗ γνωρίζεσθαι, ὅστις ἦν ὃς
τὴν ἀρχὴν ἐδέξατο.
(l) Ex Vaticana Evang. catenacd.Ang. Maius Scr:-
ptor. ιιειι. nova collecl., t._l,p. 225. qui p. 575 con-
ferrrjuhet hunc _locuanr:ecum cum ljatino apud
Combclisium Bibl. conciam, l, p. 28L
(‘2)Cord. cat. ν. l7.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.