PG 69, col. 29

ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. »
Καὶ πάλιν ἐτέρως ἡμῖν αὐτὸ διεσάφει, λέγων· « Ὁ
πρῶτος ἄνθρωπος ἐκ γῆς χοῖκός· ὁ δεύτερος ἄνθρω-
ποςὸ Κύριος ἐξ οὐρανοῦ. Οἶος ὁ χοῖκὸς, τοιοῦτοι καὶ
ἱ χοῖκοί· καὶ οἶος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ
ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ
χοῖκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. »
Καὶ αὐθις· « Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά-
ρας τοῦ νόμου, γενόμενος ὑπὲρήμῶν κατάρα»-« Τε-
ταπείνωκε γὰρ ἑαυτὸν, » καθὰ γέγραπται· καθίκετο
δὲ καὶ ἐθελοντὴς ἐν τοῖς καθʼ ἡμᾶς ὁ μονογενὴς τοῦ
Θεοῦ Λόγος, οὐχ ἵνα μεθʼ ἡμῶν βασιλεύηται τῷ θα-
νάτῳ, παραπέμποντος τοῦ Ἀδὰμ καὶ εἰς αὐτὸν τὴν
vέκρωσιν· ἐπειδή ἐστιν αὐτὸς ὁτὰ πάντα ζωογονῶν·
ἀλλʼ να τὸ τῇ φθορᾷ κάτοχον εἶδος ἀποφήνας, με-
ταστοιχειώσῃ πρὸς ἴωήν. Ταύτῃτοι γέγονε σάρξ.
Οὕτω καὶ ὁ σοφὸς γράφει Παῦλος· « Ἐπειδὴ γὰρ διʼ
ἀνθρώπου θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νε-
κρῶν, καὶ ὥσπερ ἐντῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν,
οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.
Ἀμαθὲς γὰρ οἴεσθαι, γηγενῆ μὲν ὄντα καὶ ἄνθρωπον
τὸν Ἀδὰμ τῆς ἐπʼ αὐτῷ γενομένης ἀρᾶς τὴν δύναμιν,
καθάπερ τινὰ κλῆρον, διάττοντα φυσικῶς, εἰς ὅλον
πέμψαι τὸ γένος· ἄνωθεν δὲ ὄντα καὶ ἐξ οὐρανοῦ,
καὶ Θεὸν κατὰ φύσιν τὸν Ἐμμανουὴλ, καὶ τὸν πρὸς
ἡμᾶς ὀμοίωσιν ἐσχηκότα, καὶ δεύτερον ἡμῖν Ἀδὰμ
γεγονότα, μὴ οὐχὶ τῆς οἰκείας ζωῆς πλουσίως μετ-
εσχηκότας ἀποφῆναι πάλιν τοὺς οἴπερ ἂν ἔλοιντο τῆς
πρὸς αὐτὸν οἰκειότητος ἐν πίστει μεταλαχεῖν. Σύσσω-
μοι μὲν γὰρ γεγόναμεν αὐτῷ διʼ εὐλογίας τῆς μυ-
στικῆς. Ἡνώμεθα δὲ καὶ καθʼ ἕτερον τρόπον, ὅτι τῆς
θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ
πνεύματος. Ἐναυλίζεται γὰρ ταῖς τῶν ἀγίων ψυ-
χαῖς, καὶ ὡς ὁ μακάριος Ἰωάννης φησίν· « Ἐν
τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύμα-
τος οὗ ἔδωκεν ἡμῖν. » Οὐκοῦν αὐτός ἐστιν ἡμῶν ἡ
ζωὴ, αὐτὸς ἡ δικαίωσις. έγραπται δὲ πάλιν· « Ἀρʼ
οὖν ὡς διʼ ἐνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους
εἰς κατάκριμα, οὕτω καὶ διʼ ἐνὸς δικαιώματος εἰς
πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. » Καὶ πάλινν·
« Ὡσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἐνὸς ἀνθρώπου
ἀμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς
ὑπακοῆς τοῦ ἐνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται
τἰ πολλοί. » Ἐστι τοίνυν οὐκ ἀσυμφανὲς, ὡς καὶ ἐν
Ἀδὰμ τῷ πρώτῳ τὸ ἐπὶ Χριστὸν μυστήριον ὅιεμορ-
φοῦτο τότε, οὐ διά γε τὸ ἶσον ἀπαραλλάκτως ἀνατυ-
πούμενον, ἀλλʼ ἐτέρως τε ἔχον καὶ ἐν ἀντιστρόφῳ
σχήματι. Ὁ μὲν γὰρ ἦν ἀρχὴ τῷ γένει, πρὸς θάνα-
τον, πρὸς ἀρὰν, πρὸς κατάκρισιν· ὁ δὲ πρὸς πᾶν
τοὐναντίον, εἰς ζωὴν, εἰς εὐλογίαν, εἰς δικαίωσιν.
Καὶ ὁ μὲν εἰς σάρκα μίαν ἐδέχετο τὴν γυναῖκα, καὶ
διόλωλε διʼ αὐτῆς· Χριστὸς δὲ τὴν Ἐκκλησίαν ἑαυτῷ
συνάπτων διὰ τοῦ πνεύματος, ἐκρύεταί τε καὶ ἀνα-
σώζει, καὶ ἀπάτης διαβολικῆς ἀποτελεῖ νρείττονα.
Τοιγάρτοι καὶ ἀναπείθει βοᾷν· « Οὐ γὰρ αὐτοῦ τὰ
νοήματα ἀγνοοῦμεν. » Καὶ ὁ μὲν προπάτωρ Ἀδὰμ,
ἀμαρτίας ὀψώνιον καὶ παραβάσεως δίκην ἐδέχετο τὴν
I Cor. αν, 45. s Pid. t7t5. s Calat. m, 13.
m, 24. ¹ hRom. τ, 19. iPid. 19. e I Cor. nn,1

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.