PG 69, col. 28

ὅπως δεδόσθαι φησὶ τὴν ἐν Χριστῷ χάριν πρὸ χρόνω
αἰωνίων· προεγνῶσθαι δὲ καὶ προωρίσθαι σαφῶς
παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς συμμόρφους ἐσομέ-
νους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Προέγνωστο γὰρ,
ὡς ἔφην, ὁ τῆς ἐνανθρωπήσεως τρόπος· ἐταμιεύετο
δὲ καιρῷ τῷ προσήκοντι τῶν ἀῤῥωστημάτων ἡ λύσις,
καὶ μαρτυρήσει πάλιν ὁ Παῦλος, ὡδὶ ἐγγράψας· « Τῷ
δὲ δυναμένῳ ἡμᾶς στηρίξαι κατὰ τὸ Εὐαγγέλιόν μου,
καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν
μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέν-
τος νῦν διά τε ραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ
αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ
ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χρι-
στοῦ, ῷ ἡ δόξα εἰς τὸν αἰῶνα. Ἀμήν. » Σεσίγητο μὲν
γὰρ τὸ μυστήριον, πεφανέρωτο δὲ νῦν, διά τε νόμου
καὶ προφητῶν, κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός.
Ἀνεστοιχειώμεθα καὶ γὰρ ἐν Χριστῷ πρὸς τὸ ἐν
ἀρχαῖς, ἀνατετραμμένων τῶν μεταξὺ παρεισβεβλη-
κότων ἐξ ἀπάτης διαβολικῆς. Ἐφη γὰρ ὥδε πάλιν ὁ
Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ
« Ἐν ῷ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἶματος αὐ-
τοῦ, τὴν ἄφεσιν τῶν ἀμαρτημάτων κατὰ τὸν πλοῦτον
τῆς χρηστότητος αὐτοῦ, ἦςἐπερίσσευσεν εἰς ἡμᾶς,ἐν
πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστή-
ριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ,
ἡν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος
τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ
Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐππὶ τῆς γῆς, ἐν
αὐτῷ. Ἐν ῷ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ
πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν
τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον
δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ. » Ἰδοὺ
δὴ πάλιν προωρίσμεθα μὲν, κατὰ πρόθεσιν τοῦ Πα-
τρός· πρεσβυτέραν δὲ ῶσπερ καὶ τὴν ἐλπίδα τοῦ εἶνα
πεπλουτήκαμεν, Θεοῦ τὸ χρῆμα προεγνωκότος, καὶ
ἐν ἰδίαις βουλαῖς τὰ ἐφʼ ἡμῖν ἐπόμενα καταγράφον-
τος. Ἐπειδὴ γὰρ πεφενάκικε τὸν Ἀδὰμ, καὶ τοῖς
τῆς ῥᾳστώνης ἐγκλήμασιν ἔνοχον ἀπέφηνεν ἐν ἀρχαῖς
ὁ τῆς ἀμαρτίαας εὐρετὴς, κατακομισθῆναί τε οὕτω
συνέβη πρὸς θάνατον, διαβέβηκε δὲ εἰς πάντας ἀν-
θρώπους ἡ δίκη, καθάπερ ἐκ ῥίζης ἐπὶ τὰ ἐξ αὐτῆς
ἰόντος τοῦ πάθους· βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ
μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς ἀμαρτήσαντας ἐπὶ τῷ
ὀμοιώματι τῆς παραβάσεως Ἀδὰμ λοιπὸν ἀναγκαίως
προενόησε τῶν ἰδίων κτισμάτων ὁ Δημιουργὸς, καὶ
ῥίζαν ἡμῖν ὥσπερ τοῦ γένους ἐμηχανᾶτο δευτέραν,
εἰς ἀφθαρσίαν ἡμᾶς τὴν προτέραν ἀναβιβάζουσαν,
Τνʼ ὤσπερ ἡμᾶς ἡ τοῦ πρώτου τε καὶ ἀπὸ τῆς γῆς
ἐχόραξεν εἰκὼν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τοῖς τῆς
φθορᾶς ἐναλῶναι βρόχοις· οὕτω πάλιν ἡμῖν ἡ δευτέρα
καὶ μετʼ ἐκεῖνον ἀρχὴ,τουτέστι, Χριστὸς, καὶ ἡ πρὸς
αὐτὸν ὁμοίωσις διὰ πνεύματος, τὸ ἀνώλεθρον ἐνση-
μήνηται· καὶ ὥσπερ ἡμᾶς ἐν ἐκείνῳ τὸ δυσήκοον
ταῖς τιμμωρίαις ὑπήνεγκεν, οὕτως ἐν τούτῳ τὸ εἰκτι-
κὸν καὶ τὸ εἰς ἅπαν εὐπειθὲς εὐλογίας τῆς ἄνωθεν
καὶ παρὰ Πατρὸς ἀποφήνῃ μετεσχηκότας. « Ἐγένετο
γὰρ,» φησὶν, « ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.