PG 69, col. 33

αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ὲκ τῆς γῆς.
Kai. νῦν ὲπικατάρατος σὺ ἐπὶ τῆς γῆς. ἢ εχανε τὸ
στόμα αὐτῆς δέξασθαι τὺ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ
τῆς χειρός σου. Ὀτι έργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει
τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι · στένων καὶ τρέμων ἔσῃ
ἐπὶ τῆς γῆς. Kai εἷπε Κάῖν πρὸς Κύριον· Μείξων ἡ
αἰτία μου τοῦ ἀφεθῆναί με. Καὶ ει ἐκϐαλεῖς με σή-
μερον ἀπὺ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου
σου κρυϐήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ
τῆς γῆς, καὶ ἔσται, πᾶς 6 εὑρίσκων με ἀποκτενεῖ
με. Καὶ εἷπεν αὗτῷ Κύριος ὁ Θεός’ Οὐχ οὕτως’ πᾶς 6 ἀποκτείνας Κάῖν, έπτά ὲκδικούμενα παραλύτ
σει. Καὶ ἔθετο Κύριος 6 Θεὸς σημεῖον τῷ Κάῖν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἑξῆλθσ
δὴ Κάῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ι
β’. Κάῖν μὲν τοίνυν καὶ μέντοι καὶ Ἀϐελ, ἄμφω
μὶν ἐγενέσθην ἐξ Ἀδὰμ, κλῶνες δὲ ἦσαν-ὥσπερ
' τρυφεροί τε καὶ εὐανθεῖς, ῥίζης ἀνίσχοντες ὲν ἀρχαῖς
τε καὶ πρώτης· καὶ ἐπ’ αὐτοῖς ἡ ἀνθρώπου φύσις
ἐμελέτα τὺ καρπογόνον, κα)⁵ τὸ αὐξάνεσθαι καὶ πλη·
θύνεσθαι μόλις ἦν έν ἀρχῇ τοῦ φαίνεσθαι, καὶ ὲν
ἰσχύι λοιπόν. Ἀλλ’ 6 μὲν Κάῖν προεπήδα χρόνῳ τῷ
κατὰ γένεσιν. Εἵπετο δὲ καὶ ἦν μετ’ αὑτὸν 6 Ἀδελ-
Ital ἕως μὲν ἧστην ἁπαλοί τε καὶ νέοι, καθάπερ τινὲς
νεοττοὶ παρετρέφοντο τοῖς γεγεννηκόσιν. Ἐπειδὴ δὲ
είς ἥϐην οῖ νεανίαι ἦλθον, καὶ λοιπὸν τελοῦντες έν
ἀνδράσιν ἐφαίνοντο, πρὸς διαφόρους ἐτράποντο φιλ-
εργίας. Καὶ 6 μὲν Κάῖν, ἡσθεὶς, οἶμαί που, χλοηφό-
ρούσῃ τῇ γῇ, καὶ πολὺ δὴ λίαν εῠξυλόν τε καὶ εὐερ·
γεστάτην ὁρῶν, καὶ καρποῖς ὡραίοις πεποικιλμέ-
νην, δεῖν ᾠήθη ταῖς ἐπιεικείαις ἀποφαίνειν ἡμε-
ροτέραν τῶν δρωμένων τὴν δψιν · καὶ τά οἴκοθέν
τε καὶ φυσικῶς ἀξιέραστα καὶ αὐτομάτως είς τοῦτο
διήκοντα κάλλους διενοεῖτό που , κατά γε τὸ εί-
κδς ὡς εί τύχοιεν ἱδρῶτος γεωπονικοῦ, ῥᾳδίως
ἂν είς δψιν ἐλθεῖν , τὴν ἀσυγκρίτως προφερεστέ-
ρον Ἐσκευάζετο δὴ οὖν ἀγροικοπρεπῶς, καὶ παντὶ
δὴ σθένει χρώμενος, ἀποπεραίνειν ἠθελε τὸν σκο-
πόν. Ἐδίδου δὲ αὐτῷ ῐσωςή φύσις τὸ εἰδέναι καὶ
ταῦτα -, καὶ θεῖος είς νοῦν καὶ¹ ἀπόρρητος νόμος ὲν-
εχάραττέ που τὴν ὧν ἂν ελοιτο γνῶσιν. Ἀλλά ταυτὶ
μὲν 6 Ka'iv σπουδῆς ἠξιοῦτο, καὶ πόνων· Ἀδελ δὲ 6
σοφὸς τὸν ἐπὶ ξύλοις ἱδρῶτα, καὶ σκαπάνῃ μεθεὶς,
καὶ μὴν καὶ ἄρπης οὐκ ἀνεχόμενος, ἀγέλαις όῖων
ἐπετρέπετο. Παρεκόμιζον δὲ ἴσως είς τοῦτο γνώμης
αὐτὸν, ἀρνειοὶ μὲν μητράσιν λεπτὸν ὑπηχοῦντες ἔτι,
καὶ μόλις ἀναϐληχόμενοι. ἁπαλοῖς δὲ καὶ νεοπαγέσι
ποσὶν εὐανθεῖ πόᾳ βραχὺ διασκαίροντες· καὶ μὴν
ἐπὶ τοῦτο καὶ al μηκάδες αἶγες τὰ ὑψηλότατα τῶν
πετρῶν ἀμογητὶ διαθρώσκουσαι. Ψήφῳ δὲ, οἶμαι,
παγκάλῃ τὴν ποιμενικὴν στεφανοῦν ἠξίου σοφὸς ὣν
ἄγαν, τῆς ἐπ’ ἀνθρώποις ἡγεμονίας προμελέτησιν
ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς , ὧδέ τε ἔχειν ἡγούμε-
π νος. Δαῶν ποιμένας τοὺς ἐθνῶν ἢ πόλεων, ἦδήμων
⁸⁸ Gen. Iv, 846.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.