PG 69, col. 32

κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Καὶ τῷ μὲν
Ἀδὰμ μόνα τε καὶ μόλις τὰ ἐπὶ γῆς ὑπετάττετο·
Χριστῷ δὲ τὰ πάντα. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ
ἐπουρανίων, καλ⁸ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶ·-
σα γλῶσσα ὲξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χρι-
στὸς είς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Περὶ τοῦ Κάτν, καὶ τοῦ "A681.
a'. ’Υπενήνεκται μὲν ἡ ἀνθρώπου φύσις, ὡς ἐν
ἁρχῇ τοῦ γένους ὲν Ἀδὰμ, καθάπερ ἔφην ἀρτίως,
θανάτῳ καὶ ἁμαρτὶᾳο λελύτρωται δὲ οὐχ ἑτέρως,
πλὴν ὅτι διὰ μόνου Χριστοῦ. Ὠς γὰρ ὀ αὐτοῦ γέγραφε
μαθητὴς, ι Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν
τὸ δεδομένον ὲν ἀνθρώποις, ὲν ᾧ δεῖ σωθῆναι ἡμᾶς. ι
Ἔδει γὰρ, ἔδει τὸν δι’ οὗ τὰ πάντα παρήχθη πρὸς
ὓπαρξιν, ἀνακαινιστὴν γενέσθαι τῶν κατεφθαρμένων,
καὶ τὴν ὲκ τῆς ἁμαρτίας ὲξελᾶσθαι πήρωσιν · κατ-
αργῆσαι δὲ τὸ λυποῦν, καὶ τὸ εὖ εἶναι πάλιν διανεῖ-
μαι πλουσίως τοῖς δι’ αὐτοῦ γεγονόσι. Δυνάμεως γὰρ
τῆς θεοπρεποῦς, καὶ μέντοι καὶ ἐξουσίας, δοίην ἂν
ἔγωγε λαμπρὰν γενέσθαι κατόρθωσιν, καὶ τὸ ὲκ τοῦ
μὴ δντος είς τὸ εἶναι δύνασθαι παρενεγκεῖν, καὶ τὰ
τοῦ καλῶς τε καὶ ἀλωὸήτως ἔχειν ἡμαρτηκότα μονον-
ουχὶ παλινάγρετα πρὸς τὸ εὖ εἶναι καλεῖν. Δέδεικται
μὲν οὗν ἐν Ἀδὰμ ὀ ἐπὶ τῷδε τύπος. Ἴδοι δ’ ἄν τις
οὐδὲν ἦττον αὐτὸν καὶ ὲν τοῖς ἐξ αὐτοῦ γεγονόσι
γραφόμενον. Ἀνακεφαλαιοῦται γὰρ ὲν Χριστῷ τά τε
ὲν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ὀ Θεὸς καὶ πα-
τήρ. Kal τὸ ἐφ’ ἃ μὴ προσῆκεν ὀλισθῆσαν, ἀναϐιϐά-
ζεται πρὸς τὸ ὲν ἀρχαῖς, δι’ αὐτοῦ δὴ καὶ μόνου τῶν υ
μεταξὺ παρεισὸεὸληκότων, οἰχομένων ἥδη πρδς τδ
μηδὲν, καὶ είς καινότητα κτίσεως ἀναστοιχειουμένων
τῶν ἐπὶ τῆς γῆς. Καινὴ γὰρ κτίσις ὲν αὐτῷ, καὶ
ἀληθὴς ὀ λόγος. Ἀθρει δὴ οὖν, ἄθρει καὶ ὲν ’Δϐελ τε
καὶ Κάῖν, τὸ Χριστοῦ μυστήριον, δι’ οὗ καὶ σεσώ-
σμεθα. Γέγραπται τοίνυν ὲν τῇ Γενέσει · ι Ἀδὰμ δὲ
‘ ἔγνω Εὕαν τὴν γυναῖκα αὑτοῦ, καὶ συλλαϐοῦσα ἔτεκε
τὸν Κάῖν, καὶ εἶπεν ο Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ
Θεοῦ, καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὑτοῦ τὸν
"A631. Kal ἐγένετο Ἀὅελ ποιμὴν προϐάτων. Κάῖν δὲ
ἦν ἐργαζόμενος τὴν γῆν. Kal ἐγένετο μεθ’ ἡμέρας,
ἤνεγκε Κάῖν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ
Κυρίῳ, καὶ ’Λόελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτο-
τόκων τῶν προϐάτων αὑτοῦ, καὶ ἀπὸ τῶν στεάτων
D αὐτῶν. Kal ὲιπεῖόεν ό Θεὸς επὶ Ἅϐελ, καὶ ἐπὶ τοῖς
δώροις αὑτοῦ· ἐπὶ δὲ Κάίν και ἐπὶ ταῖς θυσίαις αὑ-
τοῦ οὐ προσέσχε. Kal ἐλύπησε τὸν Κάῖν λίαν, καὶ
συνέπεσε τὸ πρόσωπον αὑτοῦ. Kal εἶπε Κύριος ὀ
Θεὸς τῷ Κόιῖνο Ἰνατί περίλυπος ἐγένου, καὶ ἱνατί
συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ ἐὰν ὀρθῶς προσ-
ενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς. ἥμαρτες ἡσύχασον,
πρὸς σὲή ἐπιστροφὴ αὑτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. ι Kal
μετ’ ὀλίγα· ι Kal εἷπε Κάἳν πρὸς Ἀσελ τὸν ἀδελφὸν ab-
τοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. Kal ἐγένετο ἐν τῷ εἶναι
αὐτοὺς ὲν τῷ πεδίῳ, καὶ ἀνέστη Κάῖν ἐπὶ Ἅϐελ τὸν
Gen. iv, l-7.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.