PG 69, col. 697

τῆς ἐπαγγελίας γῆν, οὐχὶ νόμος 6 ἐν τύποις , οὐδὲ
τῆς καθ· αὐτὸν ιερωσύνης. τὸ ιν σκιαῖς ἀδρανές. ’οὑ γὰρ δι’ αἱμάτων εὐαρεστήσομενν οὔτε μὴν έν αὖκή⁴
μασι τοῖς. γεωδεστέροις ἐκπρεπεῖς ἐσόμεθα παρὰ τῷ Θεῴο βαδιούμεθα δὲ μᾶλλον εἰς τὴν ἄνω πόλιν, καὶ
εἰς τὸν τῶν πατέρων ἥξομεν κλῆρον, καθηγητὴν ἔχοντες τὸν Χριστὸν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ
Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι , εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περὶ τῆς ἐν τῷ ὄρει Σινᾷ-καθόδου. καὶ τῆς πά-
ραστάσεως τοῦ Ἰσραήλ.
α’. ὐ Κύριος ἡμῶν ἸησοῦςΧριστὸς ταῖς Ἰουδαίων
ἀγέλαις τὴν διὰ πίστεως λύτρωσιν οῦ προσιεμένοις,
περιςρρονοῦσι δὲ λίαν τῶν δι’ αὐτοῦ θεσπισμάτων τὴν
ὄνησιν, οἰομένοις τε αὐτοῖς , ὅτι 6 νόμος διὰ Μωσέως
ἀρκέσει, καὶ μόνος εἰς οἰκειωσιν τὴν ὡς πρὸς Θεὸν,
προσεφώνει λέγων ⁸( Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα,
εἰ μὴ δι’ ἐμοῦ. ι Καὶ πάλιν· ι Ἐγώ εἰμι ἡ ὁδὸς,
καὶ ἐγώ εἰμιή θύρα. ι Ψευδοεπήσει δὲ ταῦτα λέγων
οὐδαμῶς, ἐπείπερ ἐστὶν ἀλήθεια. Καὶ προσιτὸς οὐχ
ῑτέρως 6 Θεὸς καὶ Πατὴρ, πλὴν εἰ μὴ διὰ μόνου τοῦ
κατὰ φύσιν Υἱοῦ · 6 γὰρ ἐγνωκὼς αὑτὸν εἴσεταί που
πάντως καὶ τὸν ἐξ οὗ πέφηνεν Πατέρα. Τοιγάρτοι
καὶ ἕρασκεν τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ , καὶ εἰδὲ- ’
ναι λέγουσι τὸν τῶν ὅλων Θεόψ ι Εἰ ἐμὲ ᾔδειτε, καὶ
τον Πατέρα μου ⁴ᾔδει-ιε ἄν. ι Γέγονε μὶν γὰρ τοῖς ἀρ-
χαιοτέροις παιδαγωγὸς 6 Μωσῆς, μεσίτης καὶ ἠγοῦ-
μενος, καὶ τῶν παρὰ Θεοῦ νόμων διακομιστὴς, καὶ
ἄριστος μὲν ἐν ἁγίοις. Ἀκήκοε γὰρ Θεοῦ λέγοντος C
ἐναργῶς ο ι Οἶδά σε παρὰ πάντας , καὶ χάριν εὗρες
ιπαρ’ ἐμὲ. ι Πλὴν 6 νόμος οὑκ εὒδρανὴς, οὕτε μὴν
οἷός τε τὴν πρὸς Θεὸν οἰκείωσιν προξενῆσαι τελείως
διὰ δὲ τῆς Χριστοῦ μεσιτείας καὶ τοῦτο κερδαίνομεν.
ο Αὐτὸς γὰρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ι κατὰ τὰς Γραο
φάς · καὶ ὲν αὐτῷ δὴ καὶ μόνῳ τὸ ὲν γνώσει τέλειον,
καὶ πᾶσα δόσις ἀγαθὴ, καὶ αὐτὸς ἡμᾶς δι’ αὐταῦ
μονονουχὶ προσκεκόμικε τῷ Πατρί. τοιγάρτοι καὶ
ἔφασκεσ ι Θέλω ῖνα ὥσπερ ἐγὼ καὶ σὺ ἓν ἐσμεν, οὕτω
καὶ αὐτοὶ ἐν ἡμῖν ἒν ὦσιν. ι Οὐκοῦν μεσίτης μὲν 6
Μωτῆς , πλὴν ὡς ἒν τύπῳ καὶ σκιαῖς’ ό δὲ ἀληθὴς
μεσίτης Χριστὸς, ᾧ κεκολλήμεθα σχετικῶς , εῖπερ
ἔστιν ἀληθὲς ὅτι καταϐέϐηκεν ἑν τοῖς καθ’ ἡμᾶς,
καὶ γέγονεν ἄνθρωπος · ἴνα καὶ ἡμεῖς τῆς θείας αὐτοῦ
φύσεως γενώμεθα κοινωνοὶ, τῇ τοῦ ἁγίου Πνεύματος
μετοχῇ τε καὶ χάριτι Θεῷ συνδοῦμενοι. Καί⁵ ταυτί δὴ
πάλιν εἰσόμεθα, τοῖς ἱεροῖς Γράμμασι τὸν τῆς ἑαυτῶν
διανοίας ἐνερείδοντες ὀφθαλμόν. Eine γὰρ, φησι,
Κύριος πρὸς Μωσῆν· ι Καταδὰς διαμάρτοραι τῷ
λαῷ, καὶ ἁγίασον αὐτοὺς σήμερον καὶ αὔριον. Καὶ
πλυνάτωσαν τά ἱμάτια , καὶ ἔστωσαν ῑτοιμοι εἰς τὴν
ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ stara-
ϐήσεται Κύριος ἐπὶ τὸ ὅρος Σινᾶ, ἐναντίον παντὸς τοῦ
λαοῦ , καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ , λέγων · Προσ-
έχετε ἑαυτοῖς τοῦ μὴ ἀναὸἧναί τινα εἰς τὸ ὅρος, καὶ
οἶγειν τι atro-3. Πᾶς 6 ἁψάμενος τοῦ ὅρους, θαι
νάτῳ τελευτήσει. οὐχ ἅψεται αὑτοῦ χείρ’ ἐν γὰρ
λίθοις λιθοϐοληθήσεται , ἢ βολίδι κατατοξευθήσεται ,
⁸⁸ Joan. xiv. 6. ³⁸ Joau. ι, 9; xiv, 6. ’ί .loan. xw, 7.
uu , ει.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.