PG 69, col. 729

τοὺς κατοιμώζειν ἄξιον. Διὰ τοῦτο καὶ ὁ μακάριος
Παῦλος, τοῖς σαρκικοῖς ἐγκλήμασιν ἐναρίθμιον ἐτί-
θει τὴν ἀκάθαρτον είδωλολατρείαν· ι Φανερά γάρ
ἐστι τά ἔργα τῆς σαρκὸς, ἀτινά ἐστι, πορνεία, ἀκα-
θαρσία, ἀσέλγεια, εἰδωλολατρεία. ι Προμνήστρια
γὰρ καὶ τῶν ἐτι χειρόνωνὴ πλάνησις· καὶ τὸ ἔξω
¹φέρεσθαι Θεοῦ, νοσεῖν ἀναγκάζει τὰ πάντων αἴσχι-
ίστα τῶν κακῶν. Ul μὲν γὰρ ἐχόρευον, ἀνιέντες, οἷο
ῗμαί που, τὰς ἐπιδείπνους ᾠδὰς, δρῶντες τε καὶ
λέγοντες ἃ τῶν μεθυόντων ἐστὶν ἐγκλήματα. ,Ἁγνοο
οῦντι δὲ τά τετολμημένα τῷ θεσπεσίῳ Μωσῇ φανερὰ
καθίστησι Θεὸς, οὕτω λέγων· ι Βάδιζε, τὸ ’τάχος ἐν-
τεῦθεν κατάϐηθι· ἡνόμησε γὰρ ό λαὸς, δν ἐξήγαγες
ἐκ γῆς Αἰγύπτου. Παρέὅησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς
ἐνετείλω αὐτοῖς. Ἐποίησαν ἑαυτοῖς μόσχον , καὶ
προσεκύνησαν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἷπαν·
ῦτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεϐίϐασάν σε
ἐκ γῆς Δίγύπτου. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς
ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω
σε είς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωσῆς ἐναντίον
Κυρίου τοῦ Θεοῦ αὐτοῦ. ι Ἀκούεις ὅπως ἐλαφρὸν
καὶ εὐπαράφορον ὅντατδν Ἰσραὴλ, καὶ πολὺ λίαν
εὐπετῆ είς ἀπόστασινς Οὐδὲ λαὸν ι ἴδιον ι όνο-
μάζειν ἀξιοῖ· ἀλλά καίτοι διορισάμενος τὸν νόμον
αὐτὸς, Minae! τὸ χρῆμα προσνέμει. ι Παρέϐησαν γὰρ,
φησὶ, ταχὺ ἐκ τῆς όδοῦ ἦς ἐνετείλω αὐτοῖς. ι Ταύτῃο C
τοι καὶ ό Χριστὸς τοῖς τὰ ῑσα πεφρονηκόσι, καὶ τῆς
ἀσεϐείας τὴν δόκησιν ὑποπλαττομένοις, ἀγαθουργείν
δὲ κατ’ ἀλήθειαν ὀὑ μεμελετηκόσιν, ἐπὶ τοῦ θείου
βήματος ἐρεῖν ἔφη τὸν Κριτήν· ι Ἀπόστητε ἀπ’
ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς. ι Οὐκοῦν
Θεῷ γνώριμοι, καὶ λαὸς αὐτοῦ κατά ἀλήθειαν εἷεν
ἂν. οί τῆς είς αὑτὸν ἀγάπης ἀδιασπάστως ἐχόμενοι,
καὶ τδ ἐν πίστει γνήσιον ἀποσώζοντες, καὶ ἐρηρει-
σμένοι πρὸς ἀγαθουργίαν, καὶ τά ἐκ τῆς ἐλαφρίας
ἐγκλήματα παρωθούμενοι. Πλὴν ἐλιπάρει Μωσῆς,
καὶ ἀνακόπτεσθαι τὴν ὀργὴν τὴν κατὰ πάντων ἠξίου.
Ἔδει γὰρ, ἔδει τὸν μεσιτεύὸντα μιμεῖσθαι Χριστὸν,
ὃς τὴν ἀνωθεν ἐφ’ ἡμᾶς οὖσαν ὀργὴν διά πολλὴν
ἁμαρτίαν ἀπεσόϐησεν, ὡς Υἱὸς τὴν ἐν πίστει δικαίω-
σιν τοῖς ἡμαρτηκόσι δωρούμενος. Τόπος οῦν ἄρα τῆς
διὰ Χριστοῦ μεσιτείας, καὶτοῦτο δὴ πάλιν. Καὶ ό
μὲν θεσπέσιος Μωσῆς ταῖς ἱκεσίαις ἀποστᾷ τὸ ἀπό·
τομον τῆς ὀργῆς ⁸ εἶτα κάτεισιν ἐκ τοῦ ὅρους . Ἐπειδὴ
δὲ χορευόντων ἐπύθετο, καὶ τὰς τῶν μεθυόντων είς
οῦς ἐδέχετο φωνὰς, καταρρήγνυσι τὰς πλάκας ἐγκε-
κολαμμένων αὐτοῖς τῶν νόμων, οὐκέτι παιδαγωγίας
ἀξιῶν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας,ἢ ὀλιγογνώμονας,
καὶ κομιδῇ μέν εὑπάροιστον ἐφ’ ἃ μὴ προσῆκεν
ἔχοντας νοῦν, ταχεῖαν δὲ οὕτω τὴν ἀπόστασιν πεποιη-
μένους. Ἐπειδὴ δέ ⁴ἧκεν είς τὴν συναγωγὴν, συντρί-
Sat τδν μόσχον. Εἶτα καθιεὶς εἰς ὕδωρ, πεπότικεν
αὐτὸ, φησι, τοὺς υἱοὺς Ἰσραήλ· μονονουχὶ διὰ τούς
"Calat. v, 19. θ’ Exod. χχιιι, 7-H.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.