PG 70, col. 1107

σαντες διανοίας, ἀλλ’ ὡς ἐπ’ αὐτὸ τρέχοντες. ἵνα καὶ
καταλάϐωσι. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Δαῦἰδ ·
t Ζήτησον εἰρήνην, καὶ δίωξον αὑτήν. › Ἥγουν καὶ
κατ’ ἐκεῖνο νοήσεις, ὃ ἐνήνεκται λέγων παρ’ ἑνὶ τῶν
ἁγίων προρητῶν· Ἐν τίνι καταλάϐω τὴν Κύριον,
ἀντιλήψομαι Θεοῦ μου ὑψίστοιη Διώκουσι τοῐνυν τὸ
δίκαιον, ὼς ἔφην, ἵνα εὑρόντες ἁρπάσωσιν. Οὗτοι δ’
ἂν εἶεν οἱ καὶ αὑτὸν ζητοῦντες τὸν Κύριον, τοῦτ’
ἔστι τὸν Χριστόν. Εὑρίσκουσι γὰρ διὰ πίστεως,
καλοῦντος είς τοῦτο αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός.
Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίων δήμοις”
χΜὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται
ἐλθεῖν πρὸς με, ἐὰν μὴ ῥ Πατὴρ, ὁ πέμψας με, ἐλκύσῃ
αὐτόν. ι Πλὴν ἐκεῖνο ἄθρει · Προσδιαλέγεται ὁ Θεὸς
οὗ πᾶσιν ἁπλῶς, ,ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἷεν
διώκοντες μὲν τὸ δίκαιον, ζητοῦντες δὲ καὶ αὑτὸν,
κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Οὐκ-
οῦν θεοδίδακτοι πάντες εἰσὶν οἱ διὰ πίστεως τῆς ἐν
Χριστῷ κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας. Τί δ’
ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἐννοιῶν ἡ δύναμις,
ἐροῦμεν ὡς ἔνι. Πλείστη μὲν γὰρ ὅση τις ἦν τῶν
Ἰουδαίων πληθὺς, ὀλιγοστοὶ δὲ παντελῶς οἱ ἐξ αὐτῶν
πιστεύσαντες. Πλὴν ὅτι προϐήσονται κατὰ καιροὺς οἱ
πιστεύσαντες εὶς ἀριθμοῦ κρείττονα πληθὺν, προσ-
ενηνεγμένων τοῖς ὲκ περιτομῆς καὶ τῆς καλουμένης
ἀκροΰυστίας, τοῦτ’ ἐστι τῶν ὲθνῶν, Θεοῦ συλλέ-
γοντος, πειρᾶται πληροφορεῖν, εἰς παράδειγμα
πράγματος, ἤγουν εἰς βεϐαίωσιν ἐλπίδος τῆς εἰς
τοῦτο λαϐὼν τὸν Θεσπέσιον Ἀϐραὰμ, καὶ σὺν αὐτῷ
τὴν Σάρραν. Ῥίζα γὰρ γεγόνασι τοῦ παντὸς ἔθνους,
καίτοι πρεσϐυτικὴν καὶ ὺπέρωρον ἔχοντες ἡλικίαν,
καὶ οὐκ ἐν ἐλπίσιν ἔτι τοῦ δύνασθαι τεκεῖν. Ὁ μὲν
γὰρ ἑκατὸν ὲτῶν ἦν, ὴ δὲ στεῖρα τε καὶ ἅτεξ.
Ἐπειδὴ δὲ Θεῷ δυσήνυτον οὐδὲν, λεῖα δὲ πάντα καὶ
εὐήλατα. γεγόνασιν ἁρχὴ καὶ ῥίζα πληθύος ἀνθρώ-
πων ῳιλονεικοὺσης τοῖς ἄστροις. Εἴρηται γάρ που
πρὸς τὸν θεσπέσιον Ἀϐραὰμ, ἀναϐλέψαι μὲν εἰς cui);
ἀστέρας, πιστεῦσαι δὲ ὅτι τοῖς ὁρωμένοιςίσάριθμον
ἔσται τὸ σπέρμα αὑτοῦ. Ὅτι δὲ οὐ κατά γε τὸν τῆς
ἀνθρωπίνης φύσεως νόμον ὲκτέτοκεν ἡ Σάρρα, καὶ
πατὴρ γέγονε παιδὸς ὀ θεσπέσιος Ἀϐραὰμ, ὑπέργη-
ρως ¹ήδη καὶ ἁφηϐηκὼς ἄνθρωπος,
παραδείγματα· πέτραν τε στερεὰν λατομουμένην,
καὶ βαθὺν λάκκον ὀρωρυγμένον. Ὥσπερ γάρ ἐστι
τῶν ἄγαν δυσχερεστάτων τὰ ὲκ πέτρας στερεᾶς τε
και ἀπηνοῦς λιθοτομεῖν δύνασθαι, καὶ φρέαρ ὀρύξαιτ
βαθύ· κατὰ τὸν ἴσον, οἶμαι, τρόπιν, οὐκ εὐήλατον εἴη,
μᾶλλόν τε καὶ ἀμήχανον τὸ ἐκ πρεσὸύτου καὶ
στείρας ἐκφῦναι τέκνον. Πλὴν τετέλεσται παραδόξως,
καὶτοῦτο, Θεοῦ κατανεύοντος. Ὅταν τοίνυν ὑμεῖς οἱ
πιστεύσαντες ὀλιγοστοὺς ἑαυτοὺς εἶναι νομίσητε,
ᾶτε δὴ καὶ ὄντος ὲν ἀρχαῖς τοῦ θείου τε καὶ ἱεροῦ
κηρύγματος, ἀλλὀὖν ἀραρότως διατέθεινται, φησὶν,
Et: καὶ εἰς πληθὺν ἐπιδώσει τὴν ἀριθμοῦ κρείττονα
³⁷ Psal. χχχιιι, 15. ⁸· Joan. \‘l,"5, Η.
ι’ Gen. xvu, ὅ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.