PG 70, col. 1116

των προσϐολαῖς ὡς ὑπὸ κυμάτων πληττόμεναι, τὸν
τῆς εὑδοκιμήσεως στέφανον ἀποφέρονται διὰ τῆς
ὑπομονῆς. Κατεργάζεται γὰρ ἠ ὑπομονὴ δοκιμὴν, ἡ
δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὑ καταισχύνει. οὐκοῦν
Ἄρατε είς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν,
καὶ ὲμϐλέψατε εὶς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς
ὡς καπνὸς ἐστερεώθη. ἠ δὲ γῆ ὡς ἱμάτιον πα-
λιιιωθήσέται, οί δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ
ταῦτα ἀποθανοῦνται. Τὸ δὲ σωτήριόν μου εις τὸν
αἰῶνα ἔσται, ἠ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ.
Εἰς ἐλπίδα τοῖς ἔθνεσιν ἑαυτὸν ἔσεσθαι λέγων, ἀναγ-
καίαν αὐτοῖς ὲξυφαίνει τὴν μυσταγωγίαν. Οὑ γὰρ ἦν
ἑτέρως δύνασθαι κολλᾶσθαι Θεῷ κατ’ οἰκειότητα τὴν
πνευματικὴν, τοὺς οὐκ είδότας αὐτὸν, πλὴν ὅτι διὰ
τοῦ τῆς ἀρχαίας ἀπαλλάττεσθαι πλάνης . καὶ βρόχων
ἔξω γενέσθαι καὶ σκαιότητος διαϐολικῆς, καταπλου-
τῆσαι δὲ τὴν ἀληθῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶ-
σιν. Εἱσῦολὴ γὰρ ὥσπερ τῆς είς Θεὸν οἰκειότητος τὸ
εἰδέναι τε σαφῶς καὶ ὁμολογεῖν, ὅτι Θεὸς ἔτερος
παρ’ αὑτὸν οὐδείς. Οὐκοῦν ἐπειδήπερ ᾤοντο μὲν Θεὸν
εἶναι τὸν οὐρανὸν, καὶ τοῖς τῶν ἄστρων περιφανε-
στέροις προσκυνεῖν ἁνεπείθοντο, καὶ αὐτὴν δὲ τὴν
ὑπὸ πόδας ἁπάντων κειμένην ἐσέϐοντο γῆν. ἀποφοι-
τήσαντες ὁλοτρόπως τῶν τῆς εὐσεϐείας δογμάτων.
καὶ τίς ό φύσειτῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς
τὸ εἶναι τὰ οὐκ ὅντα ποτέ-ταὺτῃτοί φησιν, ἑτεροψυᾶ
τὴν κτίσιν ὡς προς ἑαυτὸν ἀποφαίνων · καὶ ἀσύγκρι-
τον οῦσαν τὴν διαφορὰν ποιητοῦ καὶ ποιήματος εῦ
μάλα διαδεικνὺς , ἐπαίρειν κελεύει τοὺς ὀφθαλμοκ
είς τὸν οὐρανὸν. τοῦτ’ ἔστιν , αὐτὸ κατασκέπτεσθαι
τὸ στερέωμα καὶ τὰ ἓν αὐτῷ, κατιέναι δὲ πάλιν τὶν
νοῦν καὶ εις τὴν γῆν, ἦτοι πρὸς θεωρίαν τῶν ὲν αὐτῇ,
ζώων τε, φημὶ, καὶ ἁπαξαπλῶς ἁπάντων τῶν ἐν αὐτῇ,
κᾶν εἰ ἕλοιντο θαυμάζειν αὑτὸν, μὴ μέχρι τούτου
στῆσαι τὸν νοῦν, ἀλλ’ ὲκ τῆς τῶν ἔργων μεγαλειότη-
τος ἁναμετρεῖν τοῦ τεχνησαμένου τὴν δύναμιν, καὶ
τοῦ πάντων γενεσιουργοῦ τὴν ὑπερτάτην καὶ 5M1}-
ην δόξαν. Είθίσμεθα δέ πως τὴν περὶ Θεοῦ γνῶσιν
συλλέγειν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς, καὶ ὲκ τῆς
τῶν κτισμάτων μεγαλουργίας τε ὁμοῦ καὶ τάξεως.
Γελᾷ γοῦν ό Παῦλος τοὺς παρ’ Ἕλλησι σοφοὺς, ὅτι
σοφίας δόκησιν καίτοι ἑαυτοῖς περιπλάττοντες, ἀϐελ-
τηρίας ἁπάσης ἀνάμεστον ἔχουσι τὴν καρδίαν. «Ἐσε-
ϐἀσοτισαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ
τὸν κτίσαντα. ι Ἐπιτιμᾷ γοῦν καὶ ἑτέροις, ὡς ἐπι-
στρέφουσι πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα
τοῦ κόσμου. καὶ δουλεύειν αὐτοῖς ἐθέλουσι παρὰ τὸ
εἰκός. ’Ὀτιγὰρ τοῖς νουνεχεστέροις οὗ τοῦ πλανᾶ-
σθαι πρόφασιν ἂν ἐντέκοι τῆς δημιουργίας τδ κάλλος.
ἀφορμὰς δὲ γνώσεως ἀληθοῦς τῆς περὶ Θεοῦ, διεσά-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.