PG 70, col. 1129

ἀπολώλασι, πεπορθημένης ἁπάσης τῆς Ἰουδαίας, καὶ κατεμπρησθέντος τοῦ ναοῦ, καὶ ὡλοθρευμέ-
νης τῆς Ἰερουσαλὴμ, ὁμοῦ τοῖς οἰκοῦσιν αὑτήν. \
"Ott ἐγὼ ὁ Θεός σου, ὀ ταράσσων τὴν θάλασ-
σαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σα-
εαὼθ ὄνομά μοι. Brimo τοὺς λόγους μου εις τὸ
στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου
σκεπάσω σε, ἐν ᾖ ἕστησα τὸν οὐρανὸν, καὶ
ἑθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, ὅτι Θεός μου
εἴ σύ.
Δίτιασάμενος τοὺς ἐξ Ἰσραὴλ, ὡς φοϐηθέντας μὲν
ἀνθρώπους, ἦτοι τοὺς προεστάναι λαχόντας τῆς συν-
αγωγῆς, αίδοῖ τε τῇ πρὸς αὐτοὺς τοῖς τῆς ἀπειθείας
τέλμασιν ἀσυνέτως ἐμϐεϐηκότας, ἀλογήσαντάς τι
παντελῶς τῆς εἰς αὑτὸν ἀγάπης, διαδείκνυσιν ἐν
τούτοις, ὅτι καὶ περιστάσεις, καὶ διωγμοὺς, οἵπερ
ἂν συμϐαίνωσι τοῖς εὐσεϐεῖν ᾑρημένοις, καθίστησιν
ἀμογητί· καὶ τὰς τῶν ἐπηρεαζόντων δυστροπίας,
ἀπράκτους τε καὶ ἀδρανεῖς ἀποφαίνει, μεθιστὰς εἰς
τὸ ῥᾷον τὰ λυπηρὰ, καὶ παρατρέπων εἰς εὐθυμίαν
τῶν ἀνιαρῶν τὴν ἔφοδον. Δέχεται δὲ πρὸς παρά-
δειγμα ταύτην τὴν ὁρωμένην πλατεῖαν Θάλασσαν.
Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ὁ ταράσσων τὴν Θάλασσαν,
καὶ ὴχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαϐαὼο ὄνομά
μοι. Ὥσπερ οὖν κυρτοῦται μὲν ἐσθ’ ὅτε τὸ κῦμα,
καὶ ῥαγδαῖον τῇ χέρσῳ προσρήγνυται ταῖς τῶν ἀνέ-
μων βίαις συνωθούμενοι), μεταπίπτει δὲ πάλιν εἰς C
εὐδίαν καὶ γαλήνην εὐθὺς ἐθέλοντος Θεοῦ · κατὰ τὸν
αὑτὸν τουτονὶ τρόπον τὰ δεινὰ, καὶ δύσοιστα, καὶ
παντὸς εἰς ἔσχατον ἀποφέροντα κακοῦ, μεθίστημι,
φησὶν, οἱονεὶ πρὸς εὐδίαν κατανεύσας μόνον ” πάντα
γὰρ κατευνάσας Θόρυὸον, εἰς τὸ τῆς εὐθυμίας ἀνίημι
πλάτος τοὺς τῆς εὐσεϐείας ὑπεραθλεῖν ἑλομένους.
Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς τοῦ Ψάλλοντος
λύρας αἰνιγματωδῶς ὑμνούμενον· t Ἐπέταξε τῇ
καταιγίδι, καὶ ἔστη εις αὔραν, καὶ ἐκόπασε τὰ κύ-
ματα αὐτῆς. ι Ἵνα δὲ παντὸς ἑνδοιασμοῦ δίχα παρα-
δέχοιντο τὸ θαρρεῖν, ὃτι πάντη τε καὶ παντως εἰς
πέρας δραμεῖται τὰ ἐπηγγελμένα, καὶ οὐκ ἄν ποτε
διαψεύσαιτο τῆς παρ’ αὐτοῦ δοθείσης ἐπικουρίας ὴ
ὑπόσχεσις· ἀναγκαίως φησὶν, ὅτι Κύριος Σαϐαὼθ
ενομά μοι. Ei γάρ ἐστι Κύριος τῶν δυνάμεων, πῶς
ἁτονήπει πρὸς τὸ διασῶσαί τινας, ἢ ποῖον οὕτω τὸ
δυσχερὲς, ἢ ἄναντες τῶν πραγμάτων, ἢ καὶ ἁνήνυι
τόν ἐστι τῇ πάντα ἱσχυούσῃ aegis; Προσεπᾱγει δέ
τι καὶ ’ἕτερον ἁρκοῦν εἰς ἐπικουρίαν, όμοῦ δὲ καὶ
ἀποψαῖνον, ὅτι λέλυται μὲν ό ἐπ’ αὐτοῖς θυμὸς, πέ-
παυται δὲ τῆς ἀποστροφῆς τὸ βλάϐος, καὶ λοιπόν
εἰσιν ὲν λόγῳ παρ’ αὐτῷ, καὶ φειδοῦς ἠξίωνται καὶ
ἀγάπης, ἥπερ ἂν πρέποι τοῖς ἐπεγνωκόσι τὴν ἐπι-
φάνειαν αὑτοῦ. ι Θήσω γὰρ, φησὶ, τοὺς λόγους μου
εἱς τὸ στόμα σου. ι Καὶ τί δὴ τοῦτό ἐστιν, ἔφη που
ψάλλων ὁ θεσπέσιος Δαὸίδ · ‹ Τῷ δὲ ἁμαρτωλῷ εἶπεν
ὀΘεός· ’Ὶνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ
ανσλαμθὰνεις τὴν διαθήκην μου διὰ στόματός σου; ι
"Psal. cn, 29. ⁸⁸ Paul. st, 6. "" [Cet-li. xv, 9.
ΡΔτιιοι. (is. LXX. ι

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.