PG 70, col. 21

μοι. Ἐπεται γοῦν πάντως τοῖς ἀθετεῖν με θέλουσιν,
τὸν ἁπάντων ἡμῖν ἀγαθῶν δωτῆρα Θεὸν, τὸ ἀναπό·
νιπτον ἔχειν τὴν ἁμαρτίαν, καὶ πεφορτίσθαι δεινοῖς
ἀφύκτοις ἐγκλήμασιν. Νοσεῖ γάρ πως ἀεὶ ή ἀθέτησις
τὴν ἀπόστασιν, τῆς είς πᾶν ὁτιοῦν τῶν ὲκ τόπων με·
τασολήν. Ταύτῃ τοι καὶ ἐπήγαγεν εὐθὺς, τὸ ὲγκατέ
ελείπετε τὸν Κύριον. Σπέρμα δὲ ὀνομάζει πονηρὸν,
οὐχ ὡς ὄντας, ἦ πεποιημένους κατὰ φύσιν τοιού-
τους, ἁλλ’ ὅτι γεγόνασιν ὲκ πονηρῶν πατέρων υἱοὶ
πονηροὶ, κατά γε τὴν Ἰωάννου φωνήν ἔφη γὰρ καὶ
αύτοῖς τοϊς γραμματεῦσι καὶ Φαρισαίοις ἐρχομένοις
ὲπὶ τὸ τῆς μετανοίας βάπτισμα, ι γεννήματα ἐχιδ-
νῶν. ι Ἀγιοι μὲν γὰρ ὁμολογουμένως οἰ πρῶτοί τε
καὶ ἐξ ἀρχῆς πατέρες, βδελυροὶ δὲ λίαν οἱ μετ’ ἐκείο Β
νους. Ἐντεθραμμένοις δὴ οῦν τοῖς τῶν πατέρων
ἔθεσι, καὶ προγονικὴν ζηλοῦντας ἀνοσιότητα, σπέρμα
πονηρὸν ὠνόμασεν εἰκότως. Ἐγκαταλελοίπασι γὰρ
τὸν Κύριον, καὶ παροτρύνοντες οὐκ ἐπαύσαντο τὸν
ᾶγιον τοῦ Ἰσραὴλ, τουτέστι Χριστόν. Οὐ γάρ συν-
ἧκαν τὸ ἐπ’ αύτῷ μυστήριον. Τοιγάρτοι καὶ μεμενή-
κασιν ἐν πληρώματι τῶν ἰδίων ἁμαρτιῶν. Καὶ
τοῦτο αὐτοῖς ἔφασκεν ό Χριστός ο ι Ἀμὴν, ἀμὴν λέγω
ὑμῖν, ἐὰν μὴ, πιστεύσητε, ὅτι ὲγὼ εἰμὶ, ἐν ταῖς
ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. ι Πλήρης τοίνυν
αμαρτιῶν ὁ Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν ἀφιγμένος
φωλὸτητῡς , ὡς πρέπειν αύτῷ τὸ κολάζεσθαι δεῖν.
Πεπληρὼκασι γάρ καὶ αὐτοὶ τὸ μέτρον τῶν ίδίων
πατέρων, κατὰ τὴντοῦ Σωτῆρος φωνήν . Μέχρι μὲν
γάρ τινος καιροῦ καὶ μέτρου φορητὴν ποιεῖται ὁ C
Θεὸς, τῶν πλημμελούντων τὴν καταφρόνησινο ἁφ-
ιγμένης δὲ ήδη πρὸς πλήρωσιν τὴν ἐγνωσμένην αὐτῷ
τῆς ἁμαρτίας, ἐπιφέρει τὰς δίκας, καὶ ἀναλόγως
τοῖς πλημμελήμασι κολάζει τὸν ἀπειθῆ. Καὶ γοῦν-
ὁ προφήτης Ζαχαρίας μέτρον τεθεαμένος, ἤρετο μὲν
τδν μακάριον ἄγγελον, ὅ τι δὴ τοῦτό ἐστι τὸ μέτρον
τὸ ἐκπορευόμενον. Ὀ δὲ πρὸς αὐτὸν, Αὕτη ὴ ἀδικία
αὐτῶν ὲν πάσῃ τῇ γῇ. Μεμένηκε τοίνυν ἀναπότρι-
πτον ἔχων τὴν ἁμαρτίαν ό Ἰσραὴλ, καὶ τὴν διὰ
Χριστοῦ κάθαρσιν οὐκ ἠθέλησε λαϐεῖν, ἀλλὰ γὰρ
πρὸς τούτῳ καταλελοιπὼς αὐτὸν, διὰ τοῦ μήτε τὴν είς αὐτὸν προσήκασθαι πίστιν, εἰπεῖν τε πρὸς τούτῳ,
τὸ. Αἶρε, αἶρε, σταύρου αὐτὸν, καὶ, Ούκ ἔχομεν βασιλέα εί μὴ Καίσαρα. ,
Τί ἔτι πληγνῆτε προστιθέντες ἀνομίαν; πᾶσα ι)
κεφαλὴ εις πόνον, καὶ πᾶσα καρδία εἰς λύπην ο
Ἀπὸ ποδῶν ἓως κεφαλῆς, οὐκ ἔστιν ἐπ’ αὐτοῖς
ὁλοκληρία, οὔτε τραῦμα, οὔτε gmw, οὔτε
πληγὴ φλεγμαίνουσα ; οὐκ ἐστιν μάλαγμα ἐπι-
θεῖναι, οὔτε ἔλαιον. οὔτε καταδέσμους.
Ὠς ἐφ’ ἐνὸς σώματος τῶν Ἰουδαϊκῶν σύστημα·
των, μικρῶν τέ φημι καὶ μεγάλων, καὶ τῶν έν
μεσότητι νοουμένων ποιεῖται τοὺς λόγους. Ἔοικε δὲ
κεφαλὴν μὲν ὀνομάζειν. τὸν τοῖς βασιλείας αὐχή-
μασιν εὐπρεπῆ. Καρδίαν δὲ, τὴν ἱερὰν καὶ ἀπό-
λεκτον φυλὴν, τουτέστι τὴν Λευῖτικὴν, ὡς τῷ νόμῳ
αεσοερισμένην, καὶ τοῦ παντὸς σώματος ἔχουσαν τὴν
φροντίδα. ι ῨΧείλη γὰρ ἱερέως, ι φησιν, ι φυλάξεται
' Matth. ιιι, 7. ’θ Jonn. \‘Ill, 21. '°' Matth. unt, ξ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.