PG 70, col. 24

Ἰουδαίων ὑπομεμένηκε γῆ, καταδῃούντων αὐτὴν, ὅτε
μὲν Βαϐυλωνίων, ὅτε δὲ τῶν προσοίκων ἐθνῶν,
ἔμελλε καταπίμπρασθαι ταῖς Ῥωμαίων χερσὶν διὰ
τὴν εἰς Χριστὸν ἀσέϐειαν, καὶ ἀνατραπήσεσθαι μὲν
ἡ παρ’ αὐτοῖς βασιλεία, κεκρατήκασι γὰρ αὗτῶν
ἀλλομενεῖς, ἀπρακτήσειν δὲ παρ’ αὐτοῖς, καὶ τὰ
τῆς ἰερωσύνης ἔργα, θυσιῶν ἀνατετραμμένων, καθ-
ῃρημένου τοῦ ναοῦ, θυσιαστηρίων οὐκ ὄντων, οὗτε
ἰερατείας, οὔτε δήλων, κατά τὴν τοῦ προφήτου φω-
νὴν, ταύτῃ τοί φησι, τί ἐτι πληγῆτε προστιθέντες
ἀνομίαν ; ὲπενήνεκται, φησὶν, ὑμῖν πᾶν εἰδος ὀργῆς,
καὶ. αἰκία παρὰ Θεοῦ καί¹ ἀλλεπαλλὴλους
ὲξῄτησθε δίκας, ἀλλ’ οὐδὲν ἦττον ἐστὲ καταφρονη-
ταί καὶ ἀνομίας σύντροφοι. Τί οὖν ἔτι πληγῆτε;
ποῖον ὑμῖν αἰκίας ἀρκέσει μέτρον εἰς ἐπανόρθωσινς
τί δὲ ὅλως ὲπενεχθήσεται τῶν δεινῶν, ὃ μή πως
συμϐέϐηκεν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσι»
καρδία εἰς λύπην ἀπὸ ποδῶν ἓως κεφαλῆς. Οἱ μὲν
γὰρ τὴν βασιλίδα τιμὴν λαχόντες πεπονήκασιν οὐ
μετρίως, ἀντισχεῖν οὐκ ἔχοντες ταῖς τῶν πολεμίων
ἐμϐολαῖς. Λελύπηνται καὶ οἱ ἰερεῖς ἀργούσης ὡς
ἔφην θυσίας. Ἐπλήττοντο δὲ καὶ oi. πόδες, τουτέστιν
οί τελευταῖοι καὶ κατώτατοι. Τοῦτο μὲν τοῖς τῶν
πολεμίων ξίφεσι δαπανώμενοι, τοῦτο δὲ καὶ λιμοῖς
τε καί ἀκαρπίαις κατατρυχόμενοι, καὶ τῆς ἀκράτου
ταλαιπωρίας εἰς πεῖραν ὲνηνεγμὲνοι. Τοιγάρτοι φη-
σίν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτ’ ἔλαιον, οὔτε
καταδέσμους. Ὄτ’ ἂν μὲν γὰρ σύμμετροί τινες τῷ
ἀνθρωπίνῳ σώματι συμϐαίνωσι πληγαὶ, καὶ καθ’
ἐνὸς ίοι μέλους ἡ, βλάϐη. Τοτηνικάδε χρήσιμα τῆς
τῶν θεραπεύσειν εἰδότων ἐπιεικείας τὰ εὑρήματα,
οἷον μάλαγμα, καί κατάδεσμοι, καὶ ἐλαίου χρίσις
χολῶσα τά συντεινόμενα. Ὅταν δὲ δι’ ὅλον τὸ σῶμα
νοσῇ, καὶ ἐφ’ ἐαυτῷ καταφθείρηται, ποῖος αὐτῷ θε-
ραπείας ὀνίνησι τρόπος; νικᾷ γὰρ πάντως τῶνὲκ
τέχνης ὲπικουρημάτων τὴν δύναμιν, τῆς νόσου τὸ
μέγεθος. Ἀνίατος τοιγαροῦν ἡ τῶν Ἰουδαίων πλη-
θὺς περιπεσοῦσα τραύμασιν, καὶ ἁφορήτως νοσοῦσα
τά ἐξ ὀργῆς, ἀπόλωλεν ὁλοτρόπως, μηδενὸς αὐτοῖς
βοηθήσαντος τρόπου. Τοιγάρτοι ἔφασκον καί οἰ θε-
σπέσιοι προφῆται; ‹ ’ἰατρεύσαμεν τὴν Βαϐυλῶνα,
καὶ οὐκ ἰάθη, ὲγκατελείπομεν αὑτήν. ι Βαϐυλῶνι
γὰρ τῇ τῶν ἐθνῶν παρεικάζεται, καίτοι πόλις ἁγία
κατωνομασμένη, διά τοι μάλιστα τὴν εἰς Χριστὸν
ἀσέϐειαν, ῆκαὶ ὅτι τῶν χειροποιήτων ἐνεπίμπλασαν
αὐτὴν, ὡς κατ’ οὐδένα τρόπον τῇ Βαϐυλωνίων παρα.-
χωρήσειν, ἢ καὶ ὠνόμασται γῆ τῶν γλυπτῶν.
Ἠ γῆ ὑμῶν ἕρημος, al πόλεις ὑμῶν πυρίκαυ-
στοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλ.ιό-
τριοι κατεσθίουσιν αὐτήν. Καὶ ἠρήμωται mtto
εστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.
Τὸ ἀσαφέστερόν πως ἢ χρῆν εἰρῆσθαι δοκοῦν
καθίστησιν ἐναργές. Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ,
sy. ἔστι μάλαγμα ἐπιθεῖναι, οὒτε ἔλαιον, οὕτε καταε-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.