PG 70, col. 25
ἀνατετράφθαι. Πλειστάκις μὲν οὖν συμϐέϐηκεν ἀλῶ-
ναι τὴν Ἰουδαίαν, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων,
Σύρων τε καὶ Μωαϐιτῶν, Ἰδουμαίων τε καὶ τῶν
καλουμένων Φιλιστιεὶμ, ἦτοι Παλαιστινῶν. Ἀλλά
ὀλίγα παθοῦσα, καὶ¹ συμμέτροις ἐσθ’ ὅτε περιπε-
σοῦσα ’συμφοραῖς πάλιν ἀνήνεγκεν ἐπαμύνοντος Θεοῦ,
καὶ αὑτοῦ μοτοῦντος τοῦ πλήξαντος. Ἀπόλωλεν δὲ
ὁλοτρόπως μετά τὸν τοῦ Σωτῆρος σταυρὸν, κατα-
δῃούντων αὐτὴν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Τότε
γὰρ δὴ συμϐέϐηκεν κατεμπρισθῆναι μὲν πόλεις,
ἃπασαν δὲ τῶν ἐνοικούντων κενὴν γενέσθαι τὴν
χώραν, καὶ ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων, Β
παμμοχθηρὸν δὲ τὸ ἐνώπιον αὐτῶν ἤγουν ὁρώντων
καὶ ἀλγυνομένων, ὑφ’ ἑτέροις εἶναι τὴν γῆν κατ⁹
εσθιομένην τρόπον τινὰ καὶ δαπανωμένην. Τὸ μὲν γὰρ
ἀπόντας ἀκοῦσαι μόνον τάχα που φορητὴν αὐτοῖς ἂν
ἐνεποίησε τὴν λύπην. Τὸ δὲ καὶ παρόντας όρᾷν, εἶτα
μηδὲν ἐπαμύνειν δύνασθαι κατηχθῆσθαι δὲ ὥσπερ
ταῖς ἐξ ἀνάγκης συμφοραῖς δύσοιστον ἔχει καὶ παμ-
πολὺ τὸ λυποῦν. Δεῖ δὴ οὖν ἡμᾶς μὴ παροργίζειν
τδν ἅγιον τοῦ Ἰσραὴλ, ἵνα μὴ ὁρατοῖς τε καὶ ἀορά-
ν τοις περιπίπτωμεν ἐχθροῖς είς τὰ τῆς ἀτιμίας
καταϐιϐάζουσι πάθη, καὶ πᾶν ὀχύρωμα τοῦ ὲν ἡμῖν
ὄντος νοῦ καταστρέφουσιν, ὡς κατανέμεσθαι τρόπον
τινὰ τὴν ἀθλίαν ψυχὴν, καὶ πάντας αὐτῆς δαπανᾷν
τοὺς καρποὺς, ἵνα οἷον ξηρά τε καὶ ἄτιμος ᾗ, κα)⁸
ἀκανθοτόκος εὑρίσκηται γῆ, ἧς, τὸ τέλος εἰς καῦσιν,
κατά τὴν τοῦ μακαρίου Παύλου φωνήν.
Ἐτκαταλειερθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνή
ἐν ἀμπελῶνι, καὶ ὀπωρορυλὰκιον ἐν σικυηλάτῳ,
ὡς πόλις πολιορκουμένη.
Ἐλεεινὸν τὺ χρῆμαο πῶς γάρ οὐ θρήνου τε καὶ
οἰμωγῆς ἀξιον; ἡ γάρ πάλαι θυγάτηρ, καὶ τῇ κλή-
σει τοιᾷδε τετιμημένη, καὶ οἷον ὑπὸ πατρὶ φιλοστορ-
γοτάτῳ πράττουσα τῷ Θεῷ, ἡ φειδοῖ καὶ ἀγάπῃ τῇ
παρ’ αὐτοῦ μεθύουσα, καὶ ταῖς εἰς λῆξιν εὐκλείαις
παρ’ αὐτοῦ στεφανουμένη, καὶ κατακρατοῦσα τῶν
ἀνθειστηκὰτων, καὶ ἁμετρήτῳ πληθυῖ τῶν ἐνοικούν-
των αὐτὴν περιεχομένη, ἡ παμμακαρία καὶ δια.⁸
ϐὀητος Σιὼν, ἡγουν, Ἰερουσαλὴμ, ὲγκαταλειφθήσεταί
φησιν. Τοῦτ’ ἐστιν, ἕρημος ἔσται. Γυμνή τε ἀπομε-
νεῖ, καὶτῆς τοῦ σώζοντος εὐσθενείας, καὶ τῶν ἐνοι·
κούντων αὐτήν. Ἐγκαταλειφθήσεται δὲ οὕτως, ὡσεὶ
σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς όπωροφυλάκιον ὲν σι-
κυηλάτῳ καὶ ὡς πόλις πολιορκουμένη. Oi μὲν γὰρ τῶν
ἀμπελώνων τεταγμένοι φύλακες, ἐντεθηλότων αὐτοῖς
τῶν βοτρύων ἔτι, πλείστην τε ὅσην ποιοῦνται τὴν
ἀσφάλειαν, καὶ τοὺς ἀποκείρειν ἐθέλοντας κατα-
πτυοῦσι λῃστάς. Καὶ τὰ τῶν θηρίων ἐλαύνουσι γένη.
Ἐθος δὲ τοῦτο δρᾷν, καὶ τοῖς τῶν σικυηλάτων ἐπι-
τηρηταϊς ἦτοι δεσπόταις. Συγκεκομισμένων δὲ τῶν
βοτρύων, καὶ πεπατημένων, καὶ τῶν ἐν σικυηλάτοις
ἐξῃρημένων, τὸ τῶν φυλαττόντων ἐπιεικὲς ἀνεῖται
⁸³ Hebr. γι, 8.