PG 70, col. 37

τῇ κτίσει, προσκυνεῖν δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τῶν
ίδίων χειρῶν, δέδονται τοῖς Βαϐυλωνίοις καὶ ἀπεκο-
μίσθηςαν τῆς Ἰουδαίας αἰχμάλωτοι, καὶ κατῳκήκα-
σιν ἐν τοῖς ὄρεσιν Περσῶν καὶ Μήδων, πικρὰν καὶ
δύσοιστον ἁνατλάντες δουλείαν. Ἐπειδὴ δὲ αὐτοῖς
ἑϐδομηκοστὸν ἔτος τετέλεσται, κατηλέει πάλιν 6 φιλ-
οικτείρμων Θεός. Καὶ γοῦν ὡς ἐν τῷ Ζαχαρία γέ-
γραπται, τάς ὑπὲρ αὐτῶν ἐποιεῖτο λιτὰς 6 μακάριος
ἄγγελος, λέγων’ i Κύριε παντοκράτωρ, ἓως τίνος ού
μὴ ἐλεήσέις τὴν Ἰερουσαλὴμ, καὶ τάς πόλεις Ἰούδα,
ἃς ύπέριδες; τοῦτο ἑϐδομηκοστὸν ἔτος ι καὶ πρός
γε ταῦτα Θεός. t Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Β
Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι
ἐπὶ τά ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὦν ἐγὼ μὲν 6p-
γίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθοντο εἰς κακά. Οὐκοῦν
ἀνῄρηκε μὲν τότε τὰς ἁμαρτίας αὐτῶν, λελύτρωται
γὰρ, καὶ ἀνεκομίσθη πάλιν εἰς τὴν ἑαυτῶν. Μετὰ δέ
γε τὸν τοῦ Σωτῆρος σταυρὸν, οὐκέτι τὰς ἁμαρτίας
αὐτοῖς ἀνήσειν ἐπαγγέλλεται, διά τοι τὸ μακροὺς ἐφ’
ἑαυτοῖς διαγενέσθαι καιροὺς, καθὼς μεμενήκασι τοῖς
ἐξ ὀργῆς κινήμασιν ὑπενηνεγμένοι. Ὅτι μὲν γὰρ ἐν
ἐσχάτοις ἐλεηθήσονται καιροῖς, τῇ εἰς Χριστὸν χάριτι
μεθ’ ἡμῶν δικαιούμενοι, διεκήρυξε τὸ γράμμα τὸ
ἱερὸν , ἐπειδὴ δὲ, ὡς ἔφην, πολὺ τῶν πάλαι μακρότεο
ροι γεγόνασιν ἐπ’ αὐτοὺς oi τῆς ὀργῆς χρόνοι. Ταύτῃ
τοί φησιν’ Οὐκέτι ἀνήσω τάς ἁμαρτίας ὑμῶν, καὶ
καθ’ ἕτερον δὲ, εἰ βούλει, τρόπον, τῇ τῶν προκειμέ-
νων ἐννοίιι⁴ προσϐαλεῖς. Προσεκόμιζον Θυσίας κατά
τὸν πάλαι νόμον οἱ ἐξ Ἰσραὴλ, τὰς ὺπέρ γε τῶν ἰδίων
πλημμελημάτων. Ἔριφος δὲ καὶ ἀμνὸς ἐσφάζετο, καὶ
συνεχώρει Θεὸς. Ούκ ἁνικάνως ἔχοντος καὶ πάλαι τοῦ
νόμου βοηθεῖν ἀρχαιοτέροις, ἐμορεροῦτο γὰρ ἐν αὐτῷ
τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ ἐπέφανεν 6 Χρι-
στὺς, ἀπρακτεῖν ἔδει λοιπὸν τὴν ἐν τύπῳ κάθαρσιν,
ὡς τῆς ἀληθείας ήδη παρούσης. Ὀτι τοίνυν οὐκ ἀρ⁸
κέσει πρὸς ἄφεσιν αὐτοῖς ἡ νόμου σκιὰ τὴν διὰ Χρι-
στοῦ λύτρωσιν, ού προσιεμένοις, διδάσκει, λέγων·
Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ούπω μὲν γὰρ
παρούσης τῆς ἀληθείας, φησιν, συγκεχώρηκα τοῖς
τύποις ὠφελεῖν δύνασθαι τοὺς ἐνόχους ἁμαρτίαις,
αἰδοι τῇ πρὸς τὴν ἀλήθειαν καὶ τοῦτο ποιῶν, παρού-
σης δὲ ήδη καὶ ἀναδεδειγμένης, ἀδρανὴς 6 τύπος,
ἀνόνητος ἡ σκιά. Καὶ ἀνήσω μὲν οὐκέτι τὰς ἀμαρ-
τίας ὑμῶν, ἐπαιρόντων δὲ τάς χεῖρας, ἀποστρέψω
τοὺς ὀφθαλμούς μου, κᾶν εἰ πλείστας ὅσας ποιεῖν
ἕλοισθε τάς λιτάς, οὐκ εἰσδέξομαι. Ἆρ’ οὖν ἀπέστη
τοῦ εἶναι χρηστὸς 6 τῶν ὅλων δημιουργός; ἥγουν
ἐπελάθετο τοῦ οἱκτειρῆσαι Θεός; οὐδαμῶς, φησὶν ,
είμὶγάρ, είμὶ χρηστός τε καὶ ἀγαθὸς καὶ φιλοικτίρ-
μων, μόνον δὲ οὐχὶ ἄκων ἁποστρέφω τοὺς ὀφθαλ-
μούς. Ai γάρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀκούεις
ὅπως τὸ τῆς μιαιφονίας αὐτοῖς είσκεκόμικεν ἕγκλη μα,
σιωπήσας τά ἕτερα τῶν πταισμάτων; καίτοι πολλοῖς
“Zachar. ι. 12-15.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.