PG 72, col. 501

ὲν αἰσθητοῖς τε καὶ προσκαίροις πράγμασιν.
Εἰδέναι δὲ ἀναγκαῖον ὡς, εἰ μη τις ἕλοιτο τὰς θείας
εἰς νοῦν ἔχειν ἐντολὰς, οἰχήσεται πάντα αὐτῷ πρὸς
τὸ μηδὲν τά εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπον οὐδένα
τῆς φιλοθέου ζωῆς· ἀλλ’ ἔσται μὲν εὐλογίας τῆς
ἄνωθεν καὶ παρὰ Θεοῦ τητῶμενος, παραπεσεῖται δὲ
ταῖς ἀραῖς καὶ ταῖς ὲκ τούτων ποιναῖς. Ζητητέον δὴ
οὖν τὴν τοῦ Θεοῦ δόξαν· καὶ τίνα δὴ τρόπον τοῦτο
κατορθώσομεν, αὐτὸς ἡμᾶς δ Σωτὴρ ἐδίδαξεν εἰπών’
‹ Λαμψάτω τὸ φῶς ὑ μῶν ἔμπροσθεν τῶν ἀνθρώπων,
ὅπως ἴδωσι τά καλά ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν
Πκτέρα ὑμῶν τὸν ὲν τοῖς οὐρανοῖς, ι Τότε καὶ πλήρη
τὴν εὐλογίαν άποληψὸμεθα καὶ ἅκράδαντον τὴν εὐθυ-
μίαν, καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφή-
σομεν, ἔμπλεοῖ τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν
ἀληθῶς ἀξιοπρεπῆ καὶ ἐξαίρετον διαζήσομεν βίον.
Ἰδοὺ ἐγὼ ἁφορίζω ὑμῖν τὸν ὦμον, καί σκορ-
sui) ἐνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἕνυστρον
ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό.
Kal ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς
ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν δια-
θήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος
παντοκράτωρ.
lZ'. Κέκρυπταί τι πάλιν ὲν τοῖς προκειμένοις, ὅ
καὶ οἶμαι δεῖν τοῖς φιλακροάμοσι διατρανοῦσθαι σα·
φῶςο συνεῖεν γάρ ἂν οὕτω εὖ μάλα τὸ δηλούμενον.
'0 νόμος τοίνυν ὀ διὰ Μωσέως ταῖς ἀνωτάτω τιμαῖς
τδν τῶν θείων θυσιαστηρίων παραστάτην καὶ ἱερουρ-
γὺν στεφανῶν, οἷον ὲν τάξει Θεοῦ τέθεικεν αὐτόν.
Ἔφη γὰρ ὅτι ι Κάρπωμα Κυρίου ὁ κλῆρος αὐτοῦ. ι
Ἔφη δέ που καὶ ὁ θεσπέσιος Παῦλος · ι Βλέπετε τὸν
Ἰσραὴλ κατά σάρκα. Οὐχ οἱ ἐγγίζοντες τῷ θυσια-
στηρίῳ, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; ι Ἐθος
γάρ ἦν ἀπὸ παντὸς θύματος ἀφαιρεῖσθαι τῷ Θεῷ
βραχίονα, καὶ στηθήνιον, καὶ τὸν λοϐὸν τοῦ ἥπατος,
καὶ τοὺς δύο νεφροὺς, καὶ μέν τοι τὸ ἔνυστρον, τουτ-
έστι, τὴν κοιλίαν, ύπεμφαίνοντος αἰνιγματωδῶς τοῦ
νομιχοῦ γράμματος ὅτι πάντα ἡμῶν τὰ ὲντόσθια
τῶν ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ
8εῷ ίερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. Προσο
εκομίζοντο γὰρ τὰ ὲντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκα-
θαρσίοις ἀπηλλαγμένα. Βραχίων τε μὴν ἰσχύος ἂν
νοοῖτο σημεῖον. Χρῆναι δέ μφημι πρὸς πάν ἔργον
ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελο
ῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας °
ι Εὐλόγει, ήψυχή μου, τὸν Κύριον, καὶ πάντα τά
ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. ι Καὶ περὶ μὲν
τῶν ὲντοσθίων καὶ τελουμένων θυσιῶν κατὰ τὸν νό-
μον ἰσχνὸς ἡμῖν ἄγαν ἐκπεποίηται λόγος ἐν ἑτέραις
συγγραφαῖς. Οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ
παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι,
ποιεῖσθαι σπουδάσωμεν. Προστεταχότος τοίνυν τοῦ
νόμου μωμοσκοπεῖσθαι δεῖν τὰ ἱερά, καὶ ἀϐασάνιστον
⁸⁷ Matth. ν, 16. ⁸⁸ Deut. xvm, l3.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.