PG 74, col. 333

Πνεῦματος · τὺ γὰρ ωνενῶσαν ἡμᾶς τῷ Σωτῆρι Χρι-
στῷ τὸ ἆγιον Πνεῦμα αὑτοῦ ἐστιν. Προαιρετικὴ μὲν
γὰρ ἡ πρὸς τὴν ἄμπελον κόλλησις τῶν προσιόντων
αὐτῇ, σχετικὴ δὲ παρ’ αὐτῆς ἡ πρὸς ἡμᾶς. Ἐκ μὲν
’ γὰρ προαιρέσεως ἀγαθῆς προσεληλύθαμεν ἡμεῖς διὰ
τῆς πίστεως, γένος δὲ γεγόναμνἾαὺτοῦ τδ τῆς uio-
θεσίας ἀξίωμα παρ’ αὐτοῦ κομισάμενοι. Καὶ γὰρ δὴ
κατά τὸν ἅγιον Παῦλον, ‹ Ὀ κολλώμενος τῷ Κυρίῳ,
ἓν πνεῦμά ἐστιν. ι Ὥσπερ οῦν ὲν ἑτέροις κρηπὶς
καὶ θεμέλιος διὰ τῆς τοῦ προφήτου κατωνόμασται
φωνῆς (ἐπ’ αὐτῷ γὰρ ὲποικοδομούμεθα, λίθοι καὶ
ἡμεῖς χρηματίσαντες, ζῶντες xai. πνευματικοὶ, είς
ἱεράτευμα· ἅγιον , είς *κατοικητήριον τοῦ Θεοῦ ιζ
Πνεύματι, καθ’ ἕτερον δέ τινα τρόπον οἰκοδομεῖσθαι
πρὸς τοῦτο μὴ δυνάμενοι, εξ μὴ γέγονεν ἡμῖν θεμέλιος
ὁ Χριστὸς), οὕτω κάνθάδε κατά τὴν ἴσην τοῦ νοήμα-
τος ἀναλογίαν, ἄμπελον ἑαυτὸν εἷναί φησι τῶν ἐξ
αὐτῆς κλημάτων, ὡς μητέρα καὶ τροφόν. Ἀνεγεν-
νήθημεν γὰρ ἐξ αὐτοῦ τε καὶ ὲν αὑτῷ ἐν ΙΙνεύματι,
πρὸς καρποφορίαν ζωῆς, οὐχὶ τῆς ἀρχαίας καὶ παν
λαιᾶς, ἀλλά τῆς ἐν καινότητι πίστεώς τε καὶ ἀγάπης
τῆς είς αὐτόν. Διατηρούμεθα δὲ πρὸς τὸ ἔχειν τὸ εῖ-
ναι, προσπεφυκότες ὥσπερ αὐτῷ καὶ ’ἀπρὶξ ἐχόμεο
νοι τῆς παραδοθείσης ἡμῖν ἁγίας ἐντολῆς καὶ διὰ τοῦ
σώζειν ἐπείγεσθαι τὸ ὲκ τῆς εὐγενείας ἀγαθὸν, τοῦτ’
εστι, διὰ τοῦ μὴ ἀνέχεσθαι λυπεῖν, κατά τι γοῦν
ὅλως τὸ ἐνοικισθὲν ἡμῖν ἆγιον Πνεῦμα, δι’ οὗ κατοι-
κεῖν μὲν ἐν ἡμῖν νοεῖται Θεός. Κατὰ τίνα γὰρ τρό-
πον ὲσμὲν ὲν Χριστῷ, καὶ αὐτὸς ἐν ἡμῖν, αὐτὸς ἡμῖν
ό σοφὸς Ἰωάννης ἐπιδείξῃ λέγων ο ι Ἑν τούτῳ γινώ-
σκομεν, ὄτιέσμὲν ὲν αὐτῷ, καὶ αὐτὸς ὲν ἡμῖν, ὲκ
τοῦ Πνεύματος, οὗ ἔδωκε ἡμῖνδν Καὶ ἕμπαλιψ ι Ἐν
τούτῳ γινώσκομεν, ὅτι ὲν αὐτῷ ἐσμεν. —- Ὀ λέγων
ἐν αὐτῷ μένειν, ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε,
καὶ αὐτὸς περιπατεῖν. ι Ὃ καὶ τοῖς ἀκροωμένοις σα-
φέστερον καθιστὰς , οὕτω φησὶ πάλιν · ι '0 τηρῶν
τὰς ἐντολὰς αὑτοῦ,ὲν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ.»
Et γὰρ ἡ τήρησις τῶν ἐντολῶν, τὴν είς αὐτὸν ἀγά-
πην ἐργάζεται, κολλώμεθα δὲ διὰ τῆς ἀγάπης αὐτῷ
πῶς οὐκ ἀληθὲς ὲν τούτοις φαίνεται τὸ είρημένον;
ὐνπερ γὰρ τρόπον τῆς ἀμπέλου τὸ πρέμνον τῆς ἰδίας
καὶ ἐνούσης αὐτῷ ποιότητος φυσικῆς διακονεῖ τε καὶ
διανέμει τοῖς κλήμασι·τὴν ἀπόλαυσιν, οὕτως ὁ μονο-
γενὴς τοῦ Θεοῦ Λόγος, τῆς τε τοῦ Θεοῦ καὶ Πατρὸς
καὶ τῆς ἑαυτοῦ φύσεως τὴν οἱονεὶ συγγένειαν τοῖς
ἁγίοις ἐντίθησι, τὸ Πνεῦμα διδοὺς, ἆτε δὴ καὶ⁸ συν-
ἐνωθεῖσιν αὐτῷ διά τε τῆς πίστεως καὶ τῆς είσάπαν
ὁσιότητος · τρέφει δὲ πρὸς εὐσέϐειαν, καὶ ἀπάσης
αὐτοῖς ἀρετῆς καὶ ἀγαθουργίας εἴδησιν ἐνεργάζεται.
Γ εωργὸν δέ φησι τὸν Πατέρα, διὰ ποίαν ἄρα καὶ
τοῦτο αίτίαν ; Οὐδὲ γὰρ ἄπρακτοςῆ ἄεργος είς ἡμᾶς
ὀ Πατὴρ, τρέφοντός τε καὶ συνέχοντος είς τὸ εἶναι
καλῶς τοῦ Υίοῦ ἐν ἁγίῳ Πνεύμάτι, ὅλης δὲ ὥσπερ τῆς
ἁγίας καὶ ὁμοουσίου Τριάδος ἔργον ἐστὶν ἡ τῶν καθ’
’⁸ ll Petri ι, ι. ³⁸ 1 Cor. Vl , l7.
“ 1 Cor. Ill
ιι, 6. ⁸⁸⁵ l Joan. ιιι, fit.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.