PG 74, col. 348

θεια. ι Ἀλήθεια γὰρ καθ’ ἕνα τρόπον οὐ τὸ νόθον
ἔχει καὶ ψευδώνυμον. Παραδεχέσθω δὲ καὶ αὑτὸν(
ἐπὶ τούτῳ τὸν σοφώτατον Ἰωάννην, ἀνακεκραγότα
σαφῶς καὶ λέγονταο ι Καὶ ἐσμὲν ὲν τῷ ἀληθινῷ Θεῷ
Ἰησοῦ Χριστῷ; Οὗτός ἐστιν 6 ἀληθινὸς Θεὸς, xal. ἡ
ζωὴὴ αἰώνιος. ι Ἀλλ’ εί καὶ πρὸς τοῦτο τυχὸν ὑπο
ερυθρίασας, καὶ τὸ διατείνεσθαι μεθεὶς ἀληθινὸν· δμο-
λογήσει Θεὸν τὸν Υἱὸν, οὐχ ἑτέρωσέ ποι χωρήσομεν,
λόγοις δὲ τοῖς παρ’ αὑτοῦ χρησόμεθα πρὸς ἀνατρο-
πὴν τῶν παρ’ αὐτοῦ λεγομένων. 'Ap‘ οὐχ ὥσπερ
γεωργὸς ἀλλογενὴς ἐστι τῇ νάμπέλῳο μέν’γάρ ἀν.-
θρωπος, ἡ δὲ ξύλονο οὕτως ἡ ἄμπελος, ὀρθῶςτε καὶ
ἀληθῶς, όμοφυὴς ἂν νοοῖτο, πρὸς τὰ ῖδια κλήματα;
Ἀλλ’ οἶμαί γε μὴν μηδένα πρὸς τοῦτο μωρίας ἑθε-
λῆσαι κατελθεῖν, ὡς ἀρνεῖσθαι τολμᾷν τὸ οὕτω κατα-
φανές. Ὅτε τοίνυν Θεὸς ὑπάρχων ἀληθινὸς, όμοούσιός
ἐστιτῷ κατά φύσιν ἀληθινῷ Θεῷ, τοῦτ’ ἔστι τῷ
Πατρὶ, καὶ ἄμπελος μὲν ἐστι, κλήματα δὲ ἡμεῖς,
όμοφυῆ δηλονότι διά τοῦτο τῇ ἀμπέλῳ, πῶς οὐχὶ θεοὶ
κατά φύσιν ἐσόμεθα καὶ ἡμεῖς, τὴν ἰδίαν ὥσπερ
ἀφέντες φύσιν; Ἀλλ’ ἐστι τὺ οὕτω φρονεῖν τῶν εἰς
ἀκρον δυσσεϐείας ἡκόντων κακῶν. Πεποιήμεθα γὰρ
ἡμεῖς’ Θεὸς δὲ κατά φύσιν ἐστὶν 6 Υἱός. Εἶτα πῶς
ἔσται τοῦτο ; Πῶς δὲ ἀληθὲς ἐπ’ αὐτῷ τὸ λεγόμενον,
εῖπερ εἰσιν ὁμοφυῆ τῇ ἀμπέλῳ τὰ κλή ματα; Ἀνάγκη
γάρ, καὶ, ἡμᾶς αὐτοὺς εἰς τὴν τῆς θεότητος
ἀληθοῦς ἀνακομίζεσθσι φύσιν, ἧγουν ἐκείνην κατα-
6ι6άζεσθαι πρὸς ἡμᾶς· ὁμοφυῆ γὰρ τῇ ἀμπέλῳ τὰ
κλήματα. Καὶ ἐπείπερ φαίνεται λέγωνό Υἱόςο ι Ἐγὼ
καὶ 6 Πατὴρ ἓν ἐσμεν, ι καὶ ἡμεῖς αὐτὸ [γρ. αὐτοὶ]
συναναδησόμεθα πρὸς ὁμοιότητα, τὴν κατά πᾶν
ὁτιοῦν πρὸς τὸν Πατέρα, ἢ καὶ αὐτὸς 6 Πατὴρ εὶς
ἡμετέραν ὁμοίωσιν συγκαθελκυσθήσεται τῷ Υἱῴ, τῷ
Πᾷν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αῖρει
αὐτὸ, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ,
ἵνα καρπὸν πλείονα φέρῃ.
Ἐκτικὴ μὲν ἡμῶν ἡ κόλλησις πρὸς Χριστὸν, προ-
D αιρετικὴν ἔχουσα τῆς σαφηνείας τὴν δύναμιν, τε.-
λειοῦσα δὲ ἀγάπῃ καὶ πίστει. Kal. ἡ μὲν πίστις ταῖς
ἡ μετέραις είσοικίζεται ψυχαῖς, ἀκραιφνῆ τῆς θεογνω-
σίας παρέχουσα τὴν δήλωσιν. Ὀ δὲ τῆς ἀγάπης
τρόπος, τῆς παρ’ αὐτοῦ διορισθείσης ἡμῖν ἐντολῆς
ἀπαιτεῖ τὴν τήρησιν. Οὕτω γάρ που καὶ αὐτὸς τὸν
ἀγαπῶντα δεικνὺς ἔφασκενο ι '0 ἀγαπῶν με τὰς
ὲντολάς μου τηρήσει. ι Ἰστέον οὖν ὃτι συνενούμενοι
τ μὲν διά πίστεως αὐτῷ, καὶ ὲν ψιλαῖς καὶ μόναις
ὁμολογίαις τὸ τῆς κολλήσεως εἶδος ἐπιτηδεύον-
τες , οὐ μὴν καὶ τοῖς ἐξ ἀγάπης ἀνδραγαθήμασι
τὸν τῆς συναφείας δεσμὸν ἐπισφίγγοντες, κλή-
¹ Joan. xuv, ‘25.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.