PG 74, col. 357

Πατέρα καὶ Θεὸν , ἐπειδήπερ ἄμπελος μὲν αὐτὸς,
κατωνόμασται δὲ γεωργὸς 6 Πατήρ; Διασκεπτὲσθω
δὲ πάλιν,καὶ περιαθρείτω σαφῶς, ὅτι καθαροὺς εἶναι
διορίζεται τοὺς αὐτοῦ μαθητὰς, οὐχὶ ἰδικῶς τε καὶ.
ἀφορισμένως, τοῦτ’ ἐστι, δίχα τοῦ Μονογενοῦς, ὲνερ-
γήσαντός τι περὶ αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός⁸
ἀλλ’ ἐπείπερ ἐπείθοντο τῷ παρ’ αὐτοῦ λόγῳ. ’Ὠσπερ
οὖν ζωοποιός ἐστι δι’ Υἰοῦ καὶ ὲν Υἰῷ, τὸν αὑτὸν,
οἶμαι, τρόπον καὶ γεωργὸς, ἦτοι τῶν ἡμετέρων ψυ-
χῶν ἐπιμελητὴς, εἰκότως ἂν νοοῖτο πάλιν, οὐχ ἐτέ-
ρως, ἢ δι’ Υἰοῦ. Εἰ δὲ τοῖς ἅπαξ οὐκ ὀρθῶς εἰρημέ-
νοις οἰονται δεῖν ἐπιμένειν οἰ τὸν ἐναντιον ἡμῖν.
σϐεύοντες λόγον, καὶ ἐπείπερ ἄμπελον ἑαυτὸν ἔφη
Χριστὸς, διὰ τοῦτο, καθάπερ ὲξ ἀνάγκης, εἰς ἔκφυλον
ἑτερότητα παρωθεῖν ἐκϐιάζονται, τί τὸ κωλύον ἔτι
καὶ ήμᾶς αὐτοὺς διὰ τῆς ἴσης ἀναισχυντίας ἰέναι λοι-
πὸν, καί¹ περιτρέπειν ἔτι καὶ οὐχ ἑκόντας αὐτοὺς διὰ
τῆς ἰσοτρόπου φλυαρίας, τῆς μειρακιώδους ταυτησί
καὶ ἀνοήτου παντελῶς διαλήψεως άπανίσασθαι φιλείν;
El γὰρ ἐπείπερ ἄμπελος είρηται , διὰ ταύτην αὑτὸν
οἴονται τὴν αἰτίαν, τῆς πρὸς Θεὸν καὶ Πατέρα δια-
πίπτειν οἰκειότητος φυσικῆς, καὶ ἐτεροούσιον εἶναι
παντελῶς, ἐπείπερ οὐ ταυτὸν, εἰς ταυτότητα φύσεως,
ἄμπελός τε καὶ γεωργὸς, τί μὴ καὶ ἡμεῖς, τὸν αὑτὸν
ἐκείνοις ἀνθυποφέροντες ἀμαθῆ τε καὶ ἀκομψότατον
λογισμὸν, ἐκεῖνό φαμεν; Ἀρα μόνοις τοῖς κλήμασιν
ή τῶν γηπονεῖν εἰωθότων ἐπιείκεια λυσιτελὴς ἂν γέ-
νοιτο, καὶπερὶ μόνα τυχὸν τὰ ὲκ τῶν στελεχῶν ἐξηρ-
τημένα, τὸ ὲκ τῆς τέχνης προϐήσεται χρήσιμον, ἢ
δεήσεταί τινος ἐπιμελείας καὶ αὐτὴ τῶν κλημάτων ἡ
τροφὸς, τοῦτ’ ἔστιν ή ἄμπελος, ᾖ προσπέφυκὲ τε τὰ
ἒξ αὐτῆς καὶ⁵ ἐνήρμοσται φυσικῶς; Ἀλλ’ οὐδὲν, οἰ-
μαι, δεήσει πρὸς ἀπόδειξιν πόνου · συνερεῖ γὰρ εὐθὺς
ήμῖν καὶ αὐτὸς 6 δι’ ἐναντίας, ῶς εἰ μή τις γένοιτο
τῶν στελεχῶνή φροντὶς, οὐδ’ ἂν αὐτοῖς ὲνυπάρξαι τοῖς
κλήμασι τὸ εἶναι καλῶς · ἐπειδὴ τοίνυν ἄμπελον μὲν
ἑαυτὸν κατωνόμακεν 6 Χριστὸς , δεῖταί γε μὴν καὶ
αὐτὸ τῆς ἀμπέλου τὸ στέλεχος τῆς τοῦ γηπονοῧντος
ἐπιεικείας, ἢ πάντη τε καὶ πάντως ’ἀδικηθήσεται ο
λογισῶμεθα λοιπὸν ὲν τάξει μὲν εἶναι τῇ καθ’ ἡμᾶς τὸν Υἰὸν, δεῖσθαι δὲ μεθ’ ἡμῶν τῆς παρὰ Πατρός
ἐπιμελείας, ἵνα μὴ ,καὶ αὐτὸς εἰς ἕτερόν τι παρ’ ὅπερ ἐστὶ περιτρέπηται, καὶ διαπίπτῃ τῆς οἰκείας
τάξεως, ῆτοι τῆς ἐνούσης ὲῦραιότητος αὐτῷ. Συνάγει γὰρ εἰς τοῦτο λοιπὸν τῶν θεομαχεῖν εἰωθότων ή Δμει-
ρακιώδης ἔνστασις. Ἀλλ’ οἰχέσθω μὲν ταῦτα, πολλὴν νοσοῦντα τὴν ἀϐουλίαν, εἰσίτω γέ μὴν περὶ τῶν ’ἁγίων
ἀποστόλων ἡμῖν 6 λόγος.
ι Ἤδη γὰρ, φησὶν, ὑμεῖς καθαροί ἐστε, διὰ τὸν
λόγον , ὃν λελάληκα ὑμῖν ο ι ὅμοιον· ὼσεί λέγοι,
Ιιέπρακται παρὰ Πατρὸς διὰ τὸν ἐμὸν λόγον, ἐπὶ
πρώτους ὑμᾶς, 6 τῆς νοητῆς καὶ διὰ Πνεύματος καὶ
ἐν Πνεύματι νοουμένης διακαθάρσεως τρόπος. Ἰδοὺ
τῶν εἰκαίων ἐθῶν , καὶ νεκρότητος κοσμικῆς ἀπο·
ϐαλόντες τήν ὄχλησιν , ἕτοιμοι πρὸς καρποφορίαν
ἐστὲ τὴν θεοφιλῆ. Ἰδοὺ νομικῆς ἀπηλλάχθητε καὶ⁸
εἰκαιοτάτης τῶν Ἰουδαίων ὲπιτηρήσεως. Ἐξεκά-
θαρε λόγος ὑμᾶς 6 ὲμός. Οὐ γὰρ ἔτι πολιτεύεσθε
Μωσαῖκῶς, ῆτοι κατὰ τὸν τοῦ νομικοῦ γράμματος

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.