PG 74, col. 361

καὶ τδ διὰ τῆς τελείας τε καὶ άνελλιποῦς ἀγάπης
γνησίως «ἀκολουθεῖνι Ἐν γάρ δὴ τούτῳ μάλιστα
καλῶς ἂνὲχοι καὶ σώζοιτο τῆς ὲν πνεύματι κολλή-
σεως νοουμένης, ῆτοι συναφείας ἡ δύναμις. Ἐπειδὴ
τοίνυν ἔφη Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς· ι Ἤδη
ὑμεῖς καθαροί ἐστε, διά τὸν λόγον ὃν λελάληκα ὑμῖν· ι
ῖνα μή τις οἰηθείη ποτὲ τῶν ἅπαξ κεκαθαρμένων,
ἀδιαπτώτως ἔχειν δύνασθαι, καὶ εἰ μή τινα τυχὸν είς
τὸ εὖ εἶναι ποιοῖτο σπουδὴν, προσεπιτάττοι [γρ. προσο
επιτάττει] χρησίμως, ὅτι προσήκοι μένειν ὲν αὐτῷ.
Καὶ τί roganterm; Ἕτερον. οὐδέν, ῶς γέ μοι φαίνε- Β
ται, μᾶλλον δὲ ἐναργῶς τὸ διά τοῦ Παύλου καλῶς
εἰρημένον · t Ὥστε ό δοκῶν ἑστάναι, βλεπέτω μὴ
πέσῃ. ι Μυρία γάρ ἂν καὶ τοῖς ῆδη βεϐαίως δοκοῦσιν
ἑστάναι συναντῆσαι τά ὀλισθήματα, μὴ ούχίδιεδρά-
σθαι καλῶς ὲν οἷσπερ ἂν εἷεν,διά πολλῆς ἄγαν ποιου-
μένοις σπουδῆς. Δεῖ δὲ, οῐμαι , καὶ πάσης ἡμᾶς
ἀξιοῦν ἐπιεικείας καὶ νήψεως τά καθ’ ἑαυτοὺς, κᾶν
ἐρηρεῖσθαί πως δοκῇ τις, δι’ ἐπίδοσιν τὴν ἤδη προ-
ηνυσμένην είς κατόρθωσιν ἀγαθῶν. ὐποίαν γάρ τις
καὶ ὅσην ὑπομένει τὴν ζημίαν, τῆς πρὸς Θεὸν συμ-
φυΐας άποκεκομμένος ὥσπερ διὰ τοῦ ἐφ’ ἃ. μὴ
προσῆκεν ὲκ ῥᾳθυμίας παρολισθεῖν, παρέδειξεν
ἀναγκαίως ἐπειπών · t Καθώς τὸ κλῆμα ού δύναται
φέρειν καρπὸν ἀφ’ ἑαυτοῦ , ἐὰν μὴ μείνῃ ἑν τῇ
ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μεί-
νητε. ι El γὰρ μὴ ἔχοι τὸ κλῆμα καθάπερ άπὸ
μητρὸς τῆς ἀμπέλου τὴν ζωοποιὺν αὐτῷ χορηγου-
μένην ἰκμάδα, πῶς ἂν άποτέκοι τὸν βότρυν, ἢ τίνα,
καὶ πόθεν ἐξοίσει καρπόν; Ἀναλόγως οὖν ἄρα καὶ
ἐφ’ ἡμῶν αὐτῶν νοήσεις τὸ εἰρημένον. Καρπὸς γὰρ
οὐδεὶς ὲν ἡμῖν ἀρετῆς άναϐλαστήσει ποτὲ τῆς εἰς
Χριστὸν συναφείας ἐκπεπτωκόσιν. Ἐξηρτυμένοις γε
μὴν τοῦ καταπιαίνειν ἰσχύοντος , κιιί⁵ άποτρέφοντος
εἰς εὐσέϐειαν, καθάπερ ὕδατι ζωποιῷ, τῇ τοῦ
Πνεύματος χορηγίᾳ καὶ χάριτι, καὶ τὺ δύνασθαι
καρποφορεῖν προσέσται ῥᾳδίως. Καὶ τοῦτο είδὼς ὁ
Μονογενὴς, ὲν Εὐαγγελίοις ἔλεγεν· ι El τις διψᾷ,
ἐρχέσθω πρός με, καὶ πινέτω. ι Ὃ καὶ σφόδρα
καλῶς διερμηνεύων ἡμῖν ό πνευματοφόρος εὐαγγε-
λιστὴς, διεμαρτύρατο λέγων · ι Τοῦτο δὲ εἷπε, φησὶ,
περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμϐάνειν οἰ πιστεύοντες είς αὐτόν. ι Καὶ⁵ αὐτὸς δὲ πρὸς τούτῳ προσ-
τύχετι) λέγων ὁ μακάριος Δαϐὶδ, ὡς πρὸς Θεὸν καὶ Πατέραο t Ὀτι παρά σοι πηγὴ ζωῆς, καὶ τὸν χει-
μάρρουν τῆς τρυφῆς ποτιεῖς αὐτούς. ι Πηγὴ γὰρ ζωῆς θείας καί πνευματικῆς χειμάρρους τρυφῆς,
τίς ἂν ἕτερος νοοῖτο παρὰ τὸν Υίὺν, ὃς καταπιαίνει τε καὶ καταρδεύει, τῇ ζωοποιῷ καὶ ἰλαρᾷ τοῦ Πνεύ-
ματος χάριτι , καθάπερ ὲν τάξει κλημάτων προσπεφυκότων αὐτῷ δι’ ἀγάπης καί⁵ πίστεως ,
ἡμετέρας ψυχάς-
Ετώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ’0
μένων ἐν ἐμοὶ, κάγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν
πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Εὰν μή τις μείνῃ ἐν ἐμοὶ, ἐϐλήθη ἔξω ὡς τὸ κλῇ-
μα, καί ὲξτιράνθη- καί συνάγουσιν αὐτὸ, καὶ εἰς
πῦρ βάλλουσι, καὶ καίεται.
’⁸ ibid. 59,
⁸⁵⁵ Ι Cor. ι, 12. ’⁸ Joun. Vit, 57.
ΡΑτιιοι.. Gn. LXXIV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.