PG 74, col. 733

δεῆσθαι πεπιστευμένης, καθάπερ καὶ πρότερον, τύ-
πους ἤλων ἐπέδειξε, καὶ τροφῆς μεταλαχεῖν οὐκ
ἀνένευσεν, ἴνα τὸ μέγα τῆς ἀναστάσεως ῥιζώσῃ μυ-
στήριον, καὶ ἐπὶ τούτῳ πίστιν τῶν ἀπάντων ἡμῶν ἐμ-
φυτεύσῃψυχαῖς· ἐργάζεται δὲ τὰ τῆς τῶν πνευμάτων
φύσεως παντελῶςάλλότρια. Τύποιγὰρ ἦλων, καὶτραυ-
μάτων ἴχνη, καὶ τροφῆς μέθεξις σωματικῆς, πόθεν
ἂν, ἢ πῶς ἐνυπάρχοι πνεύματι γυμνῷ τε παντάπα-
σι, καὶ ἀσυμπλόκῳ σαρκὶ, ήπερ ἂν πρέποι κατά γε
τὸν λόγον τῆς ἰδίας φύσεως καὶ τὸ ἐν τούτοις γί-
νεσθαι φιλεῖν; Οὐκοῦν ἵνα μὴ πνεῦμα λεπτὸν οἴων-
ταί τινες ἐγηγέρθαι τὸν Κύριον, μήτε μὴν ἀνέπαφον
σῶμα, σκιοειδές τε καὶ ἀέριον, ὅπερ ἔθος τισὶν ὀνο-
μάζειν πνευματικὸν, ἀλλʼ αὐτὸ δὴ τοῦτο τὸ ἐσπαρ-
μένον ἐν φθορᾷ κατὰ τὴν τοῦ Παύλου φωνὴν διανα-
στὰν πιστεύηται, τὰ σώματὶ πρέποντα τῷ παχεῖ δέ-
δρακέ τε καὶ δέδειχεν. Ἀποδημήσει γε μὴν ούκ ἀπὸ
τοῦ πρέποντος λογισμοῦ τὸ εἰπεῖν ἐν ἀρχαῖς, οὐ
τοσοῦτον ἀπιστῆσαι διὰ γνώμης ἀσθένειαν τὸν μακά-
ριον μαθητὴν, δσον ἐκ περιχαρείας τῆς ἄγαν τοῦτο
παθεῖν. Ἀκηκόαμεν γὰρ τοῦ μακαρίου φάσκοντος
Aουκᾶ, καὶ περὶ τῶν ἄλλων ἀπάντων, ὅτι « Ἀπι-
στούντων αὐτῶν, καὶ θαυμαζόντων ἀπὸ τῆς χαρᾶς. »
Οὐκοῦν τὸ θαυμάσαι, τὸ ἐπὶ τῇ πίστει βράδος τοῖς
μαθηταῖς ἐνειργάζετο. Ἐπειδὴ δὲ λοιπὸν ἀπροφά-
σιστος ἦν τοῖς ὀρῶσιν ἡ ἀπιστία, ἀκολούθως ὁ μακά-
ριος Θωμᾶς ὀρθοτάτην ἐπʼ αὐτῷ τὴν ὀμολογίαν
ἐποιεῖτο λέγων· « Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.
Τῷ γὰρ κατὰ φύσιν Κυρίῳ, καὶ τὸ κατὰ πάντων
ἔχοντι κράτος παρέποιτο ἂν ἀληθῶς τε καὶ ὀμολο-
γουμένως καὶ τὸ εἶναι Θεῷ, ῶσπερ οὖν ἀμέλει, καὶ τὸ
γρ. τῷ] κατὰ φύσιν Θεῷ προσὸν δρῷτο δὴ παντε-
λῶς καὶ τὸ τῶν ὅλων δύνασθαι κρατεῖν, καὶ τὴν τῆς
νυριότητος ἀμπέχεσθαι δόξαν. Ἐπιτηρητέον δὲ, ὅτι
μονσδικῶς καὶ συνάρθρως ιὁ Κύριόςμου,» φησὶ, «καὶ
Θεός μου· » οὐ γὰρ ἀπλῶς ἔφη Κύριός μου καὶ Θεός
μου, ἵνα μή τις οἴηται καθʼ ὁμοιότητα τὴν ἡμετέραν,
ἤγουν τῶν ἀγίων ἀγγέλων Κύριον αὐτὸν εἰρῆσθαι
καὶ Θεόν. Πολλοὶ γὰρ ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, κύ-
ριοί τε καὶ θεοὶ, καθάπερ ὁ σοφὸς ἡμᾶς ἐδίδαξε Παῦ-
λος, Δλλʼ ἔνα Κύριον αὐτὸν ἰδικῶς [γρ. εἰδὼς], καὶ
Θεὸν, ὡς ἐκ τοῦ κατὰ φύσιν Κυρίου καὶ Θεοῦ γεννη-
θέντα Πατρὸς, « ὁ Κύριός μου καὶὁ Θεός μου, » φη-
σὶ, καὶ τὸἔτι μεῖζον εἰς παράστασιν ἀληθείας, ἀκή-
κοε τοῦτο λέγοντος ὁ Σωτὴρ τοῦ ἰδίου μαθητοῦ, δια-
κειμένου τε καὶ πεπιστευκότος, ὅτι δὴ κατὰ ἀλήθειαν
ὁ Κύριόςτε αὐτὸς ὑπάρχοι, καὶ ὁ Θεὸς, ἀλλʼ ἐπιτιμᾷν
οὐκ ᾧετο δεῖν. Οὐκοῦν ἐπήνει πεπιστευκότα, καὶ
λίαν δρθῶς. Τδοις δʼ ὰν τοῦτο ὑπάρχον ἀληθὲς, καὶ
μάλα ῥᾳδίως· πρὸς γὰρ τὸν οὕτω πεπιστευκότα καὶ
διακείμενον, ἐπὶ τέλει τοῦ Εὐαγγελίου φησί· « Πο-
ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. » Εἰ δὲ οὕτως
ἔχοντα γνώμης πάντα τὰ ἔθνη διδάσκειν κελεύει, καὶ
μυσταγωγὸν αὐτὸν ἀνέδειξεν οἰκουμενικὸν, οὐχ ἐτέραν ἡμᾶς ἔχειν βούλεται τὴν πίστιν. Κύριος γὰρ
Τραφάς.
σ ICor. αν, ἐ2. · Iur. XXI, 1I.
I Cor. vI, 5.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.