PG 75, col. 1149

Τούτου γὰρ χάριν καὶ ό τῶν ὅλων Σωτὴρ εἰς τὴν
οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ιερδν χο-
ρὸν, ’ίνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ὲν τῷ σκό-
τει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν , ἵνα τὰ
διασπδασμένα πρόϐατα καὶ τοῖς λύκοις προκείμενα
συναγάγωσι τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἶνα τὴν
ἀγριέλαιον ei; καλλιέλαιον τῇ τοῦ Πνεύματος μετα-
(Binum τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς
ἀσεϐείας, τῷ τῆς διδασκαλίας ἀλιεύσωσι λόγῳ · ἐπειδὴ
τοίνυν καὶ τῷ ποιητῇ τῶν ἀνθρώπων πάντων ἥδιστον
τῶν ἀνθρώπων ἡ σωτηρία, καὶ τῇ φύσει δὲ δοκεί τὸ
τῷ πέλας ἐπαμύνειν δεομένῳ κηδεμονίας, τὸ δοθὲν
ἡμῖν ὑπὸ τοῦ Κυρίου τῆς γνώσεως τάλαντον ἐπὶ τοὺς
τραπεζίτας καὶ ἡμεῖς καταὸάλλωμεν, ἵνα μὴ τῷ ἀργῷ
ιωγκαταδικασθῶμεν οίκὲτῃ · καὶ τῶν θείων δογμάτων
τὴν διδασκαλίαν προθήσομεν. τοῖς τε εἰδόσιν εις ἀνά-
μνησιν, κα)⁸ τοῖς ἀγνοοῦσιν τίς μάθησιν.
B’. Τίς ὁ χαρακτὴρ τοῦ ἐκκλησιαστικοῦ λόγου.
Κηρυττέτω δὲ τὴν εὐαγγελικὴν ό λόγος πίστιν
ἁπλοϊκῶς οὕτω καὶ διδασκαλικῶς, μὴ διαλεκτικῶς
μηδ’ ἀντιλογικῶς, ἀλλ’ Ἐκκλησίας (1) Θεοῦ προσφό-
ρως, κατανυκτικῶς, μὴ ἐπιδεικτικῶς, διδακτικῶς, μὴ
δικανικῶς, τεχνολογίας ἀπηλλαγμένος , θεολογίᾳ κε-
χρημένος· μὴ πολυπραγμονῶν τὰ ἀνέφικτα , μὴ
ἐρευνῶν τὰ ἀπερινόητα, μὴ νῷ καὶ λόγῳ τὰ ἀχώρητα
περιγράφων, μὴ τεχνικαῖς τὸν ἀριστοτέχνην ὑποϐάλ-
λων μεθόδοις, μὴ τὴν πίστιν ἐῶν, καὶ τὴν ἀπόδειξιν
ἀπαιτῶν· τοῖς ἁλιεῦσιν ἑπόμενος, τὸν σκυτοτόμον (‘2)
ἰχνηλατῶν, ὑπὸ τοῦ τελώνου ποδηγούμενος, τῷ προ-
φητικῷ καταυγαζόμενος λύχνῳ, τῷ εὐαγγελικῷ φω-
τιζὸμενος ήλί-ρ, μηδὲν τῶν οἰκείων λογισμῶν ἀναμι-
γνὺς, πάντα δὲ τοῦ παναγίου Πνεύματος ὑφαίνων
διδάγματα · οὗτος γὰρ τῆς θείας διδασκαλίας ὁ ὄρος.
Γ. ’Ὁτι ὡς πρὸς εὐσεϐεῖς τ’] διδασκαλία γενή-
σεται.
Τὰς μὲν οὖν αἱρετικὰς βλασφημίας ὲν ἑτέροις ἥδη
συγγράμμασιν διηλέγξαμεν (5), χωρὶς ἑκάστην δια-
λαϐόντες, καὶ τοῦ τῆς ἀπάτης γυμνώσαντες προκα-
λύμματος , καὶ γυμνὴν δείξαντες τὴν ἀσέὃειαν · νῦν
δὲ, Θεοῦ διδόντος, τοῖς τροφίμοις τῆς πίστεως τὰ τῆς
Ἐκκλησίας Θεόσδοτα προθήσομεν δόγματα · μήτε τῷ
μήκει τοῦ λόγου κόρον τοῖς ἐντυγχάνουσιν ἐπεισάγον-
τες, μήτε τῇ βραχυλογίᾳ τὴν ἀκρίϐειαν παραφθεί-
ροντες, ἀλλ’ ἀμφοτέρων τῶν ἄκρων τὴν μέσην αἱρού-
μενοι· ἵνα μήτε τῷ πλήθει τοὺς ἀκούοντας ἀποκναί-
σιιιμεν, καὶ σαφῆ τὴν διδασκαλίαν τῆς θεογνωσίας
προσοίσωμεψ ἄρξομαι δὲ ἄνωθεν , πρὸς αὐτὴν δρα-
μὼιι τῶν ἀγαθῶν τὴν πηγήν.
il) Codex , ἐκκλήσεωςς sed omnino scribendum
Videbatue'Eixiqcridg. Siler enim divus Paulus. lCor.
XI. |6: Si quis uidetur contentiosus esse, nos talem
εοτξξιιειιιιίίιιθηι non habemus, neque Εεείεεὶα Dei.
(ἓ) Paulum iutelligc,qui pelles tabernaculorum

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.