PG 75, col. 1433

τίας πολεμουμένῳ, τὴν τῆς ἁμαρτίας τυραννίδα κατ-
ἐλυσε· διὰ τοῦτο ἐν ὁμοιώματι ἀνθρώπου γενό-
μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν
ἐταπείνωσεν, γενόμενος ὑπήκοος μέχρι Θανάτου, θα-
νάτου δὲ σταυροῦ ⁶ καὶ αὐτὸ δὲ τὸ ὁνομα τῆς ταπει-
νώσεως δηλοῐ τὴν τῆς ταπεινῆς ἀνάληψιν φύσεως.
Ἀλλως τε περὶ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχοντος δια-
λεγόμενος, ἐπήγαγενο ι Ἐν ὁμοιώματι ἀνθρώπων
γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὠς ἄνθρωπος, ι
διδάσκων ὅτι ό ἀσώματος Θεοῦ Λόγος ώς ἄνθρωπος
ὤφθη, φύσιν ἀνθρωπείαν ἀναλαϐών ⁸ διὸ καὶ τὸ ι ὡς
ἄνθρωπος ι τέθεικεν, ἵνα μὴ τροπήν τινα γεγενῆσθαι Β
νομίσωμεν τοῦ ἀοράτου Θεοῦ, ἀλλά πιστεύσωμεν ὁτι
σάρκα λαϐὼν ἔμψυχόν τε καὶ λογικὴν, Θεὸς ὢν ἐν
ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ σχήματι εὐρέθη
ὡς ἄνθρωπος’ οὕτως ὁ μέγας τῆς εὐσεϐείας προ-
αγωνιστὴς, 6 μακάριος λέγω Παῦλος, τά ποικίλα καὶ
διάφορα τῶν αίρετικῶν κατέλυσε στόματα. Ἀλλ’
ἐνταῦθα μὲν ἡμᾶς 6 Λόγος παρήνεγκε, τὴν τῶν αί-
μτικῶν ἐλέγχων ἐμϐροντησίαν, καὶ δῆλα ποιῶν τοῖς
τροφίμοις τῆς εὐσεϐείας τῆς ἀληθείας τὰ δόγματα.
Ἀναχωρεῖν οὖν, ὅθεν ἐξέϐην, καιρός.
lA'. Τίνος χάριν τὴν ἀνθρωπίνην φύσιν ό Θεὸς
ἀνέλαϐε Λόγος.
Τοίνυν τὴν ἡμετέραν φύσιν ὁ Ποιητής οἰκτείρας
ὐπὸ τοῦ Πονηροῦ πολεμουμένην, καὶ τοῖς πικροῖς τῆς
ἁμαρτίας βέλεσι βαλλομένην, καὶ τῷ θανάτῳ παρα-
πεμπομένην, ἐπαμύνει τῇ εἰκόνι, καὶ τοὺς πολε-
μοῦντας καταγωνίζεται, οὐ γυμνῇ τῇ δυνάμει χρη-
σάμενος τῇ θεότητι, οὐδὲ τῇ ἐξουσίᾳ τῆς βασιλείας
καταπλήξας τοὺς ἀντιπάλους, οὐκ ἀγγέλους στρατεύ-
σας, οὐδὲ τοὺς ἀρχαγγέλους είς συμμαχίαν λαϐὼν,
οὐδὲ κεραυνοὺς ἢ πρηστῆρας κατὰ τῶν ἐναντίων
ὁπλίσας, οὐδὲ μετά τῶν χερουϐὶμ φανεὶς ἐπὶ τῆς
ἠπείρου καὶ τῶν ἡμετέρων ἀντιδίκων δικαστικῶς
καταψηφισάμενος [cod. mendose καταψησάμενος],
ἀλλ’ εἷς τῶν ὑπευθύνων καὶ πολεμουμένων γινόμε-
νος, xui. κατακρύψας τὸ μεγαλοπρεπὲς τῆς θεότητος
τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος, καὶ τὸν ὁρώμενον
ἄνθρωπον είς πάλην ἀλείψας, καὶ νικήσαντα στεφα-
νώσας · καὶ παιδόθεν μὲν τὴν ἀρετὴν ὲκδιδάξας, καὶ
δικαιοσύνης είς ἀκρότατον ἀγαγὼν, ἀήττητον δὲ cpta—4
λάξας, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐλεύθερον, συγχωρήσας δὲ ὅμως ὑπὸ θάνατον γενέσθαι, ἵνα τῆς
ἁμαρτίας τὴν ἀδικίαν ἐλέγξῃ, καὶ τοῦ θανάτου καταλύσῃ τὸ κράτος.
Et γὰρ τῶν ὐπὸ τὴν ἁμαρτίαν γεγενημένων ὁ θά-
νατος ἐπιτίμιον, ὁ ταύτης ἀπηλλαγμένος παντάπασι,
δηλονότι ζωῆς ἀπολαύειν, ἀλλ’ οὐ Θανάτου, δίκαιος
ἦν’ τοίνυν ἡττηθεῐσα ἡ ἁμαρτία, καὶ τὸν νικητὴν
κατακρίνασα Θανάτῳ, καὶ τὴν αὐτὴν ἐξενεγκοῦσα
κατά τοῦ νενικηκότος ψῆφον, ἢν ἀεὶ¹ κατά τῶν ἡττω-
μένων ἐξέφερεν, ἀδικοῦσα ἐάλω. Μέχρι μὲν γὰρ τοὺς
ὑπηκόους ,τῲ θανάτῳ παρέπεμπεν, ώς δίκαια ποιοῦσα
⁹·¹⁰ Philipp. ii, 7, 8.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.