PG 75, col. 1440
πάθος ὑποφαίνει, καὶ συγχωρεῖ τῇ πείνῃ χώραν
λαθεῖν, λαϐὴν ἐκείνῳ διά τῆς πείνης διδούς ’ οὐ γὰρ
προσελθεῖν ἐτόλμα, πολλὰ περὶ αὑτὸν θεοπρεπῆ
γινξμενα θεωρῶν ο καὶ γὰρ ἄγγελοι τεχθέντος ὲχὸ-
ρευον, ἀνατείλας ἀστὴρ μάγους ἑποδήγησεν εἰς
προσκύνησιν τοὺς τῆς αὐτῆς φάλαγγος κορυφαίως,
καὶ αὑτὸν ἐώρα πᾶσαν ὲκ παιδὸς μετιόντα δικαιοσύ-
νην, βδελυττόμενον κακίαν, μυσαττόμενον πονηρίαν ·
mi. ταῦτα [cod. ταύτην] κατὰ τὴν εἰς αὑτὸν γεγενη-
μένην πρόρρησιν ὑπό τοῦ προφήτου, ὅτι ι Πρὶν ἦ
γνῶναι αὑτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρία τοῦ
ἐκλέξασθαι τὸ ἀγαθόν · ι ὲὸόαδὲ καὶ Ἰωάννης · ι ’1δε
6 ἀμνὸς τοῦ Θεοῦ, 6 αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ι
Πατὴρ ἀνωθεν ἐμαρτύρησεν · ι Οὗτός ἐστιν 6 Υἱός
μουό ἀγαπητὸς, ὲν ᾧ ηὑδόκησα. ι Τοῦ Πνεύματος ή
χάρις έφοίτησε. Ταῦτα καὶ ὅσα τοιαῦτα τὸν διάϐολον
καταπλήττοντα προσελθεῖν οὐκ εἷα τῷ τῆς ἡμετέρας
φύσεως ἀθλητῇ ⁶ ὡς δὲ τῆς πείνης τὴν προσϐολήν
ὑπεδέξατο, καὶ τροφῆς αὑτὸν εἶδεν ἀνθρωπίνης δεό-
μενον, καὶ καρτερεῖν περαιτέρω τῶν παλαιῶν ἀν-
δρῶν οὐ δυνάμενον, προσέρχεται, λαϐὴν οἰόμενος εὑ·-
ρηκέναι μεγίστην, καὶ νικήσειν ῥᾳδίως πιστεύων.
IA’. Τίνι τρόπῳ κατηγωνίσατο τὸν διάϐολον
’ ό Δεσπόὲὴς Χριστός.
Καὶ καθάπερ ὲν τοῖς πολέμοις τὸν πανταχόθεν τῇ
πανοπλίᾳ κεκαλυμμένον κατατοξεῦσαί τις ἐθέλων,
ὅλον τοῖς ὀφθαλμοῖς περισκοπῶν, πόρρωθεν ἐρευνῶν,
μέλος γεγυμνωμένον ἐπιζητῶν, ἴνα τὸ βέλος ἐκεῖ ῥί-
ψας τὸν ἀντίπαλον πλήξῃ, οὕτως 6 διάϐολος πάσῃ
δικαιοσύνῃ τὸν Χριστὸν καθωπλισμένον ὁρῶν, καί
τόπον ζητῶν ἁρμόδιον, ἵνα τὸ βέλος ἐκεῖ ἀκοντίσῃ,
ὡς εἶδε τὴν πείναν ἀναφανεῖσαν, προσέρχεται θαρσα-
λέως ὼς εὑρὼν τὸ ζητούμενον, ὡς τοῦ προπάτορος
ἐν αὑτῷ θεωρήσας τὸ πάθος. Καὶ γάρ ἐκεῖνον διὰ
βρὼσεως στερῆσας τῆς ἀλύπου ζωῆς, ἱδρῶτι καὶ
ταλαιπωρίᾳ καὶ θανάτῳ συνέζευξεο προσέρχεται
τοίνυν λέγων ο ι El Υἱὸς εί τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λί-
θοι οὗτοι ἄρτοι γένωνται. ι Οὐκ ἄν δὲ τοῦτο πεποὶη-
κεν, εί μὴ τὸ πάθος τῆς πείνης 6 Σωτὴρ κατεδέξατο·
καὶ τοῦτο μάθοι τις ἐκ τῶν μετά ταῦτα σαφῶςο ὡς
γὰρ ἡττήθη παλαίσας, καὶ διὰ τῆς πείρας ἔμαθεν,
ὃτι αὑτός ἐστιν ὃν οἱ προφῆται προεκήρυξαν ἅπαντες,
οὐδὲ τὴν θέαν αὐτοῦ προσιόντος φέρειν ἐτόλμησεν,
ἀλλ’ εὐθὺς ἐδραπέτευσεν, νῦν μὲν βοῶν, ‹ Τί ἡμῖν
καὶ σοὶ, re τοῦ Θεοῦ; τί ἦλθες πρὸ καιροῦ βασανί-
σαι ἡμᾶς; ι νῦν δὲ, «Οἶδά σε τίς εἴ, 6 Υίὸς τοῦ Θεοῦ,
ὁρκίζω σε μή με βασανίσῃς. ι Οὕτως ἐδεδοίκει,
καὶ κριτὴν ὡμολόγει α τότε πρὸ τῆς πείρας οὐ τοιούη
Matth. tv, 5. ³η Matth. rttt, 29. ³³ Luc. vm, 28.