PG 75, col. 16

χεν Υίὸν πρὶν γεννήσει. ι
ΛΟΒ. Ε’.
’Ὁτι οὐ προϋπάρχει τοῦ Υιοῦ ό Πατὴρ, κᾶν
ἀγέννητος ᾖ · ἀλλ’ ἦν αὐτῷ συνατδιος ·ό Υἱὸς
γεννητός.
ΛΟΓ. qr.
Ὅτι ό Πατὴρ ἀμερίστως καὶ ἁρεύστως ἐγέννη-
σεν ἐξ αὑτοῦ τὸν Υίόν.
ΛΟΓ. Z'.
Πρὸς τοὺς προτείνοντας τὸ, ι Ἀϐουλήτως ἢ κατὰ
βούλησιν ἐγέννησε τὸν νΥὶὸν ὁ Πατήρ; ι
ΛΟΓ. Η’.
Πρὸς τοὺς λέγοντας ὅτι οὺ τῷ Haupt, ἀλλὰ τῇ
βουλήσει αὐτοῦ, ὅμοιός ἐστιν ό Υίός.
ΛΟΓ. Θ’.
Ὀτι όμοούσιος τῷ Hatpl ό Υἱὸς, παρατεθέντων
καὶ τῶν ῥητῶν, ι Τί με λέγεις ἀγαθόν; Οὐδεὶς
ἀγαθὸς, ει μὴ εἷς ό Θεόςο ι καὶ τοῦ, ‹ Πορεύο-
μαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, και
νΘεόν μου, καὶ Θεὸν ὑμῶν · ι καὶ ὁμοίως, ι Ὀ Πα-
τὴρ μείζων μού ἐστιν.»
ΛΟΓ. ι’.
Ὅτι όμοούσιος τῷ Πατρὶ λό Υἱός ’ ἐν ᾧ ἀπολο-
γία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα, ι Τί με λέγεις
ἀγαθόν; ι και ἐξήγησις τοῦ ῥητοῦ.
ΔΟΓ. IA'.
Ὅτι ὁμοούσιος ό Υἱὸς τῷ Πατρι, προκειμένου
ῥητοῦ, s Ὀ Πατήρ μου μείζων μού ἐστιν.»
Ἄλλο, διδάσκον ὅτι προκειμένου τοῦ μείζονος
καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτοις τὸ ἀνόμοιον εισ-
ςοέρεται, ἑτερογενὲς ὃν⁷κατὰ τὴν Ἀριστοτέλους
τέχνην.
’Άλλο ἀπόδειξιν ἕχον, ὅτι διὰ τοῦ λέγεσθαι
μείζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως
ὁ Υἱός. Ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ.
Ἄλλο, ὅτι ἴσος ό Υἱὸς τῷ Πατρὶ, προκειμένου
ῥητοῦ, ι Ἀμὴν λέγω ὑμῖν,“οὐκ ἐγήγερται ἐν γεν-
νητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ, ι
καὶ τὰ ἑξῆς.
ΛΟΓ. ΙΒ’.
Είς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ό Πατὴρ ἐν
ὲμοί · ι καὶ, ι Ἐγὼ και ό Πατὴρ ἓν ἐσμεν ο ι ἐν ᾧ
ἀπόδειξις ἐφεξῆς, ὅτι ό Θεὸς ἦν ό ῥυόμενος ἐκ
πάντων κακῶν τὸν πατριάρχην Ἰακώϐ.
Ἄλλο ἀποδεικτικὸν, ὅτι ό Λόγος τοῦ Θεοῦ, τὸ
εἶδος αὐτοῦ ἐστιν.”Αλλο, σημαῖνον ὅτι εἶδος Θεοῦ
καλεῖται ό Λόγος. .
Ἄλλο μετὰ γοργῆς ἀποδείξεως διδάσκον, ὅτι τὰ
ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν
οἷς ἔνεστιν ἐξομοιοῦται ο ἀλλ’ ὥσπερ τινὲς εικό-
νες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ
προαίρεσιν ἡμῶν κινημάτων.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.