PG 76, col. 1081

κτίσει χορηγούμενον Πνεῦμα, καὶ διαμρφοῦν αὐτὴν
εἰς εἶδος τὺ ἀνωτάτω, τοῦτ’ ἐστι, τὸ θεῖον.”οτι γὰρ
οὐκ είς ψυχὴν ἀνθρώπῳ τὺ ἑμφυσηθὲν αὑτῷ γέγονε
πνεῦμα, οὔτε μὴν είς νοῦν, ὡς οἴονταί τινες, ἐστιν.
ἐντεῦθεν ίδεῖν· Πρῶτον μὲν ὸ ὲμφυσήσας, Θεὸς νοεῖ-
ται · τὸ δὲ ὲμφυσηθὲν ἐξ αὑτοῦ, πάντως που νοεῖται
καὶ ἴδιον αὐτοῦ, ἦτοι τῆς οὐσίας αὑτοῦ. Εἶτα πῶς ἂν
τὸ ἐκ τοῦ Θεοῦ πνεῦμα μεταϐέϐληται εἰς φύσιν ψυχῆς,
ἦ καὶ νοῦς ἑγὲνετο; Ἀμήχανον γὰρ τοῦ τρέπεσθαι
τὸ πνεῦμά, ἐστιν. El δὲ δοίη τις εῖναι, καὶ κατὰ τρο-
πὴν γενέσθαι ψυχὴν ἢ νοῦν ( ὅπερ ἐστὶ τῶν ἀμηχά-
νων), ἀλλ’ ἐκεῖνό τε εὐθὺς ἔστιν ιδεῖν. Εἰ γὰρ είς
ψυχὴν τῷ ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα γέγονεν, ἔμεινεν
ἂν ἡ ψυχὴ καὶ ό νοῦς ἀνεπίδεκτος ἁμαρτίας. Et δὲ
ἁμαρτίαις ὑπο-πέπτωκεν είς ψυχὴν μεταΰεὸλημένον
τὸ ὲκ Θεοῦ Πνεῦμα, διττὸν αὐτῷ τὸ ἔγκλημα παρ’
ήμῶν ἐπάγεται· πρῶτον μὲν, ὅτι τροπὴν ὑπέμεινεν
τὴν εἰς ὅπερ οὐκ ἦν ⁴ εἶτα πρὸς τοῦτο καί ἁμαρτίας
αὺτὸ φαμεν γενέσθαι δεκτικόν. Οὐκοῦν τδ ζῶον μὲν
ὲψυχώθη ἀρρήτῳ δυνάμει Θεοῦ, καὶ ὲν τῇ πρὸς αὗ-
τδν ὁμοιώσει γέγονε, καθ’ δ πέφυκεν ἀγαθὸν καὶ δί-
καιον, καὶ ἀρετῆς ἀπάσης εἶναι δεκτικόν.ἰἰγιάσϐη
δὲ τοῦ θείου Πνεύματος ἀποδεδειγμένον μέτοχον⁸ δ
καὶ διὰ τὴν ἁμαρτίαν ἀποϐἐσληκεν. Ἔφη γάρ που
Θεὸς , ι ὅτι Οὺ μὴ καταμείνῃ τὸ Πνεῦμα μου ὲν τοῖς
ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ι
τοῦτ’ ἔστι, μόνα φρονεῖν τὰ τῆς σαρκός.Ἐπειδάν δὲ
ὀ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ηὐ-
δόκησεν ὲν τῷ Χριστῷ, ἧγουν είς τὸ ἀρχαῖον ἀναγα-
γεῖν , τὸ ἀποπτὰν ἡμῶν καὶ ἀποφοιτῆσαν ἆγιον
Πνεῦμα πάλιν ἡμῖν ἀποκαθιστῶν, τοῖς ἁγίοις ἀπο-
στόλοις ἐνεφύσησε τοῦτο. λέγων’ ι Λάϐετε Πνεῦμα
ἅγιον. ι ’Δνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς,
καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ
γέγονεν, ἁναμορφοῠν ἡμᾶς είς τὸν πρῶτον ἁγιασμὸν,
καὶ ἀνακομίξον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ
τοῖς ἁγίοις ἀποστόλοις, είς τὸν ἄνωθεν καὶ ὲν πρώτῃ
κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν.
insinuavit" dicens 2: Accipite Spiritmn sanctam ". › lnstauratio enim veteris illius doni et in—
suitiationis nobis datae, insulDatio per Christum fuit, transformans nos in primam illam sanctifica-
tionem. eveliensque humanam naturam, veluti in primitiis sanctis apostolis, in eam, qua: olim etin
prima creatione data fuerat, sanctificationem.
ΚΕΦᾹΛ. Γ’.
Ὁμοίως, κατ’ εἰκόνα Θεοῦ ἠ ἅνθρωπος.
Επειδάν καὶ ἐτέρους φασὶ ζητεῖν πῶς δὴ τὸν ἄν-
θρωπον κατ’ εἰκόνα Θεοῦ προσήκει νοῆσαι, εἷτά τι·
νες ἀσυνέτως κομιδῇ τὴν τοῦ σώματος εἰκόνα, καὶ τὸ
ὁρώμενον εἶδος αὐτὸ, καὶ¹ οὐχ ἕτερον, φασὶν εἶναι
τὴν πρὸς Θεὸν ὁμοίωσιν · δεῖν ᾠήθην εἰπεῖν, ὅτι πε-
πλάνηνται, καὶ τῆς ἀληθείας ἀφιλοθεάμονα τὴν διά-
νοιαν ἔχουσι. Τοῦ γὰρ Σωτῆρος ἐναργῶς λέγοντος,
ι Πνεῦμα ὁ Θεὸς, ι αὐτοὶ σωματοειδῆ φασιν εἶναι
τὴν θείαν φύσιν, καὶ ἐν χαρακτῆρι τοιούτῳ ἐν ᾧ καὶ
” Gen. vt, 5. “ Ephes. ι, l0. " Joan. xx, ‘2;

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.