PG 76, col. 1084

αὑτὸν κατὰ πρῶτον μὲν τρόπον καὶ¹ κυριώτατον,
ὅσον ἂν νοοῖτο , κατ’ ἀρετὴν καὶ⁸ ἁγιασμόν. ’Δγιον
γὰρ τὸ Θεῖον, καὶ ἀπάσης ἀρετῆς ἀρχὴ καὶ πηγὴ καὶ
γένεσις. ’Ὁτι δὲ πρέποι ἂν οὕτω νοεῖσθαι μᾶλλον τὺ,
κατ’ εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, διδάξει
καὶ Παῦλος ό πάνσοφος τοῖς ὲν Γαλατίᾳ⁸ λέγων·
ι Τεκνία. οὓς πάλιν ὠδίνω, ἄχρις ἂν μορφωθῇ
Χριστὸς ὲν ὑμῖν. ι Μορφοῦται μὲν γὰρ καὶ ἐν ἡμῖν
δι’ ἀγιασμοῦ, τοῦ διὰ Πνεύματος, διὰ κλήσεως τῆς
ἐν πίστει τῇ εἰς αὑτόν.“Εν δέ γε τοῖς τὴν πίστιν
παραϐαίνουσιν, οὑκ ὲκλάμπουσιν ol. χαρακτῆρες
ὑγιῶς. Διὰ τοῦτο ἑτέρας ὠδῖνος χρῄζουσι πνευματι-
κῆς, καὶ νοητῆς ἀναγεννήσεως, ἵνα. τοῦ ἁγίου [las-3-
ματος ὲν αὺτοῖς ὲναστράπτοντος δι’ ἁγιασμοῦ τὴν
θείαν είκόνα, πάλιν είς Χριστὸν ἀναμορφωθεῖεν.οὺκ
ἀπίθανον δὲ καὶ κατὰ τὸ ἀρχικὸν ὲνεῖναι λέγειν τῷ
ἀνθρώπῳ τὴν ὁμοίωσιν τὴν πρὸς Θεόν. Δέὂοται γὰρ
αὐτῷ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. Καὶ δεύ-
τερος οὗτος τῆς πρὸς αὑτὸν ὁμοιώσεως λόγος. Εἰ δὲ
ὲν τῇ τοῦ ἀνθρωπίνου σώματος φύσει τε καὶ ὄψει
κείμενον ἧν τὸ πεπλάσθαι κατ’ εἰκόνα τοῦ Δημιουρ-
γοῦ, ἢ τδ πεποιῆσθαι, πῶς ἦν δύνασθαί τινας ἀπο-
λύειν αὑτό; Οὐδὲν γὰρ ἀποϐεϐλήκαμεν τῶν ὄντων
οὑσιωδῶς. Ἐπειδὴ δὲ ἡμᾶς ὁ ἁγιασμὸς καὶ ἡ δικαιο-
μη πρὸς Θεὸν διαμορφοῐ, τοὺς μηκέτι ζήσαντας
κατ’ἁρετὴν καὶ ὡς ὲν ἁγιασμῷ, φαμὲν ἀποϐαλεῖν τὸ
οὕτω σεπτὸν καὶ ἐξαίρετον κάλλος’ διὸ καὶ ἀναλαμ-
6άνεται πάλιν δι’ ἀγιασμοῦ καὶ ἀρετῆς, καὶ ζωῆς
τῆς κατ’ εὐσέόειαν. El δὲ οἴονταί τινες ὲκ πολλῆς
ἄγαν ἐλαφρίας ἀνθρωποειδῆ τὴν θείαν εἶναι φύσιν,
πῶς Ἰουδαίοις ἔφασκεν ὁ Σωτὴρ περὶ τοῦ Θεοῦ καὶ
Πατρός · ί Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ
ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἐωράκατες › Εἰ
γὰρ ἦν, ὡς ἔφην, ἀνθρωποειδὴς, πῶς οὐ τεθέανται
οὐκ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ πάντες οἱ ἂνθρωποι τὸ
εἶδος αὑτοῦ ;
ΚΕΦᾹΛ. Δ’.
Πρὸς τοὺς λέγοντας, gul ἄγγελοι κατ’ εἰκόνα
εου ;
Τὸ, κατ’ εἰκόνα Θεοῦ, διερμηνεύοντες ἐπὶ τοῦ
ἀνθρώπου, οὑ τὴν ὶδέαν τοῦ σώματος πρὸς αὑτὸν
ἐλέγομεν μεταμορφοῦπθαι. Ἀσώματον γὰρ, ἄῠλόν
τε καὶ ἀναφὲς τὸ Θεῖον, καὶ ποσότητος ἐπέκεινα καὶ
περιγραφῆς, εἴδους τε καὶ σχήματος. Ἐφαρμόξοντες
δὲ τῷ ἀνθρώπῳ τὸν θεῖον ὲξεικονισμὸν, ἐλέγομεν ὅτι
κατὰ τὴν τῶν ἠθῶν ἢτοι τῶν τρόπων ποιότητα, καὶ
κατ’ εἶδος τὸ πνευματικὸν, ὃ διὰ τῆς εὐειδίας τῶν
ἀρετῶν ἐκπίνεται, πεποιῆσθαι καθ’ ὁμοίωσιν αὑτοῦ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.