PG 76, col. 509

Πνεύματος ἐνεργείᾳ, οὐχ ὡς ἰδίᾳ μᾶλλον, ἀλλ’ ὡς
ἀλλοτρίᾳ, καὶ οὐ θεοπρεπεῖ χρώμενον, καὶ ὡς ἐν
χάριτος μέρει λαϐεῖν παρὰ τοῦ Πνεύματος τὴν εἰς
οὐρανοὺς ἀνάληψιν· ὑποκείσονται δικαίως τῇ δυνά-
μει τοῦ ἀναθεματισμοῦ.
ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ l'.
’Δρχιερέα , καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν
γεγενῆσθαι Χριστὸν ὴ θεία λέγει Γραφή ο προσκεκο-
μικέναι δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ
θεῷ καὶ Πατρί. Εἴ τις τοίνυν ἀρχιερέα, καὶ ἀπό-
στόλον ἡμῶν γεγενῆσθαί φησιν οὐκ αὐτὸν τὸν ὲκ
θεοῦ [πατρὸς Λόγον, ὅτε γέγονε σὰρξ, κοιλ⁵ καθ’ ἡμᾶς
ἄνθρωπος, ἀλλ’ ὡς ἕτερον παρ’ αὐτὸν, ιδικῶς ἄνθρω-
πον ὲκ γυναικόςο ἢ ετ τις λέγει ὑπὲρ 1 ἑαυτοῦ προσ-
ενεγκεῖν αὐτὸν τὴν προσφορὰν, καὶ οὐχὶ δὴ μᾶλλον
ὑπὲρ μόνων ἡμῶν· οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ
μὴ εἰδὼς ἁμαρτίαν · ἀ.νάοε μαεστω.
Ἐπίλυσις ι’.
Σμικρὰ μὲν ὁμολογουμένως τῷ ἐκ Θεοῦ Πατρδς
φΰντι Λόγῳ τὰ ἀνθρώπινα. Πλὴν ἀλλ’ οὔκ ἀπόϐλητα
διὰ τὴν οἰκονομίαν. Κύριος γὰρ ὣν τῶν ὅλων κατά
φὺσιν, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς, μορφὴν
δούλου λαϐὼν· καὶ κεχρημάτικεν ἡμῶν καὶ ἀρχιε-
ρεὺς, καὶ ἀπόστολος, τῶν τῆς ἀνθρωπότητος μέτρων
καὶ είς τοῦτο καλούντων αὐτόν· ι Προσκεκόμικε δὲ
ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ
Πατρί· μιᾷ γὰρ προσφορᾷ τετελείωκε τοὺς ἁγιαζο-
μένους εἰς τὺ διηνεκὲς, ι καθὰ γέγραπται. Ἀλλ’ οὐκ
οἶδ⁴ ὅπως ιιι οἱ ὲτερόφρονες οὐκ αὑτὸν τὸν ἐκ Θεοῦ
Λόγον ἄνθρωπον γεγονότα διισχυρίζονται, χρηματίσαι
τε καὶ ἀπόστολον, καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν,
ἀλλ’ ὡς ἔτερόν τινα παρ’ αὑτὸν ἄνθρωπον ίδικῶς, τὸν
ὲκ τῆς ἁγίας Παρθένου γεγενημένον φασὶ χρηματίσαι
καὶ ἀπόστολον, καὶ ἀρχιερέα, καὶ κατὰ προκοπὴν είς
τοῦτο ἐληλυθέναι, καὶ οὐχ ὑπέρ γε μόνων ἡ μῶν, amr
καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν ιι ἑαυτὸν είς θυσίαν
‘ τῷ Θεῷ καὶ Πατρί· ὅπερ ἐστὶ τῆς ὀρθῆς, καὶ ἀμω-
μήτοι) πίστεως ἀλλότριον παντελῶς · οὐ γὰρ εποίησεν
ἆμαρτίαν · ὁ δὲ κρείττων ὣν τοῦ πλημμελεῖν, -καὶ
, ἀμοιρήσας ἁμαρτίας παντελῶς, οὐκ ἂν ἐδεήθη θυσίας
τῆς ὑπὲρ ἑαυτοῦ. Ἐπειδὴ δὲ τὺ εἰκὸς παρωθούμενοι,
δύο δὴ πάλιν υἱοὺς ἐπινοοῦσιν οἱ ὲτερόφρονες, ἀναγ-
καίως γέγονεν ὁ ἀναθεματισμὺς, ἐμφανῆ καθιστῶν
τὴν ἀσέϐειαν αὐτῶν, ’ assignaretur, qui impietatem illorum perspicuam
ΑΝΑΘΕΜΔΤΙΣΜΟΣ IA'.
Ετ τις οὐχ ὁμολογεῖ τὴν τοῦ Κυρίου σάρκα ξωο-
⁸⁸ Hebr. tu, l. ³¹ Ephcs. ν, 2. ³² ibid. ³³ Hebr. ι, M.
ι καὶ ὺπέρ. ’³ οἴδα πῶς. η μᾶλλον ἡμῶν, ἢ ἑαυτοῦ προσενεγκεῖν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.