PG 76, col. 512

ἐξ ἐπιβουλῆς τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δράκον-[
τος, φημὶ δὴ τοῦ Σατανᾶ. Καὶ πρὸς τοῦτό γε ἡμᾶς,
ἐμπεδοῖ γεγραφὼς ὁ θαυμάσιος Παῦλος· « Εἰ δὲ καὶ
ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς
ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον· ἐν οἶς ὁ Θεὸς τοῦ
αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων
εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ Εὐαγγε-
λίου τῆς τοῦ Χριστοῦ δόξης. » θτι μὲν οὖν ὁ νομι-
σθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, καὶ τῆς ἀνωτάτω
δόξης κλοπεὺς ἐσκότισεν αὐτῶν τὴν καρδίαν οὐκ
ἀσυμφανές· πεπλάνηνται γὰρ ὀμολογουμένως, καὶ
ἀριθμοῦ κρείττονας ἐφιστᾶσι τῷ βίῳ θεοὺς, δαίμο-
νάς τε καὶ ἡρώων ψυχὰς, καθά φασιν αὐτοὶ καὶ φρο-
νεῖν ἐγνώκασιν. Ἀλλʼ ἦν ἂν ἐπʼ αὐτοῖς τὸ τῶν εὖ
φρονούντων δάκρυον, καὶ μάλα εἰκότως, οὐ σφόδρα
πολὺ σιωπᾷν ἡρημένοις τὰ ἐφʼ οἶς ἄν τις αἰσχύνοιτο.
Nῦν δὲ δὴ πρόεισι δυσσεβείας εἰς τοῦτο αὐτοῖς τὸ
ἐγχείρημα, ὥστε καὶ ἐτέροις ζητεῖν ἐνιέναι τῆς οὕ-
τως αἰσχρᾶς δεισιδαιμονίας τὴν νόσον. Οἶα γάρρ
τινες ὄφεις τριόδοις ἐγκαθήμενοι, τοῖς ἐν αὐταῖς δια-
στείχουσιν ἐπιπηδῶσι, πικρὸν τῆς ἀπωλείας ἰὸν τοῖς
εὐπαραφόροις ἐγχέοντες· καὶ περὶ αὐτῶν ἂν λέγοιτο,
καὶ σφόδρα εἰκότως, « θφεις, γεννήματα ἐχιδνῶν,
πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; » Καὶ
οὐκ ἂν ἀμάρτοι τοῦ ἀληθοῦς ὁ Κύριος λέγων· « Ὁ
ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρ-
δίας αὐτοῦ προφέρει τὰ ἀγαθὰ, καὶ ὁ πονηρὸς ἐκ
πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ πονηρά· καὶ ἀππὸ τοῦ περισσεύματος τῆς καρδίας τὸ
Καὶ ταῦτα φημι τοῖς Ἰουλιανοῦ βίβλοις ἐντυχὼνι
ὅς τῆς εὐαγοῦς ἡμῶν θρησκείας οὐ φορητὴν ἐποιή-
σατο τὴν κατάῤῥησιν· πεπλανῆσθαι λέγων ἡμᾶς καὶ
ἀποφοιτῆσαι μὲν ἀσυνέτως τῆς εὐθύ τε καὶ ἀμωμή-
τως ἐχούσης ὁδοῦ · ἱέναι δὲ ὥσπερ κατὰ πετρῶν καὶ
ὁλοτρόπως ἀβούλητον τῷ ἐπὰ πάντων Θεῷ ποιεῖσθαs
λατρείαν, οὕτε τοῖς διὰ τοῦ πανσόφου Μωσέως νόμοις
συμβαίνουσαν, οὕτε μὴν ταῖς Ἐλλήνων δεισιδαιμο-
νίαις, ἢ γοῦν ἔθεσί τε καὶ τρόποις· μέσην δὲ ὥσπερ
τινὰ καὶ ἀμφοῖν ἀμαρτάνουσαν καινοτομῆσαι ζωῆν.
Ἐγὼ, δὲ ὅτι μὲν τῆς Ἐλλήνων ἀπηλλάγμεθα ἐμβρον-
τησίας, καὶ πολὺς ἀποτειχίζει λόγος τῆς ἐκείνων τερ-
θρείας τὰ Χριστιανῶν, φαίην ἄν· ε Κοιινωνία γὰρ
οὐδεμία φωτὶ πρὸς σκότος, ἀλλʼ οὐδὲ μερὶς πιστῷ
μετὰ ἀπίστου. » Οτι δὲ ταῖς Μωσέως βίβλοις ἐσμὲν
οὐ διάφοροι, οὕτε μὴν ἀντεξάγουσαν τοῖς ἐκείνου
θεσπίσμασι πολιτείαν ἐπιτηδεύσαμεν, ὡς ἂν οἶός τε
ὦν πληροφορεῖν πειράσομαι, καιροῦ τοῦ καθήκοντος
ἐν τούτοις ἡμῖν τὸν λόγον διαγυμνάζοντος. Πλὴν
ἐκεῖνο εἰπεῖν εἰς τὸ παρὸν οἰήσομαι δεῖν· ἀληθὲς μὲν
γὰρ ὅτι κατὰτότισι παρῳδούμενον, «ε σοφὸς ἄλλος ἀπʼ
ἄλλου. » Πρόδηλον δὲ δήπουθεν εἴη ἂν, ὅτι τὰ τῶν
πρώταων οἱ μετʼ αὐτοὺς γεγονότες εἰδεῖεν, καὶ οὐχὶ
δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ αὐτῶν. Οὐκοῦν
ἐπειδήπερ Ἐλλήνων παῖδες ἐπί γε ποῖς σφῶν αὐτῶν
διδασκάλοις φρονοῦσι μέγα, καὶ καταπτοεῖν οἴονταί
τινας Ἀναξιιμάνδρους ἡμῖν καὶ Ἐμπεδοκλεῖς, Πuθα-
γόρας τς καὶ Πλάτωνας ὀνομάζοντες, ππροσεπάγοντες
s I Cur. ν, 3, 4. Matttb, x, ῦὲ. ibid. 3ὐ I uor. u, d, 15.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.