PG 76, col. 513

δὲ τούτοις και τοὺς ἑτερους, οι τῶν ἀνοσίων αὐτοῖς
δογμάτων γεγόνασιν εὐρεταὶ, καὶ, ἵνʼ οὗτως εἴπω,
τῆς ἀμαθείας πηγαί· φέρε, λέγωμεν ὅτι διαφόροις
μὲν δόξαις ἀντεγειρομένους ὥσπερ ἀλλήλοις κατ-
αθρῆσαί τις ἂν αὐτοὺς, ἀσύμβατον δὲ καὶ ἐφʼ ἐκάστῳ
τῶν ὄντων τὴν ἀπολογίαν εἰσφέροντας. Εἶτα πρὸς
τούτῳ καταδεικνύωμεν, Μωσέα μὲν ἐν χρόνῳ τὰ
πρεσβεῖα λαχόντα, καὶ δόξαν δρθὴν καὶ ἀπλανεστάτην
περὶ τῆς ἀῤῥήτου καὶ ἀνωτάτω πασῶν οὐσίας εἰσ-
κεκομικότα, καὶ κοσμοποιῖας ἄριστα μνημονεύσαντα·
καὶ νόμων τῶν εἰς εὐσέβειαν καὶ δικαιοσύνην οὐκ
ἀθαύμαστον βραβευτὴν, τοὺς δὲ παρʼ αὐτοῖς ὡνομα-
σμένους σοφοὺς, γεγονότας μὲν ὑστάτους καὶ νεω-
τάτους, κεκλοφότας δὲ τὰ ἐκείνου, καὶ τοῖς ἱδίοις
λόγοις ἐγκατακλώσαντας, εἰ καὶ μὴ εἰς ἅπαν ὑγιῶς
ἰσχύσαι τε μόλις καὶ δόξαν ἀρπάσαι σεμνοπρεπῆ,
καί τι τῶν ἀληθῶν ἐοικέναι λέγειν. Τοίνυν γεγόνασί
τινες μὲν μετὰ Μωσέα, συνήκμασαν δὲ καὶ ἕτεροι
κατὰ καιροὺς τοῖς μετʼ ἐκεῖνον προφήταις ἀγίοις· ὧν
οἱ ταῖς δόξαις κατακολουθεῖν ἡρημένοι, ψήφου τῆς
κρείττονος παρὰ τοὺς ἄλλους ἠξίωνται, καί τοι τοῦ
ψεύδους εἰς ἅπαν τῆς περὶ Θεοῦ δόξης οὐκ ἐεευθέραν
ποιούμενοι τὴν ἀπόδοσιν. Ὁτι τοίνυν Μωσῆς ὁ θε-
σπέσιος πρεσβύτατος μὲν καὶ κατά γε φημὶ τὸν τοῦ
γενέσθαι καιρόν· οἱ δὲ μετʼ ἐκεῖνον ὕστατοι, σαφὲς
καταστήσομεν τὰ τῶν ἀκριβῶς χρονογραφησάντων
βιβλία διερευνήσαντες. Χρῆναι δέ φημι τοὺς ἐντευ-
ξομένους μὴ ἀψικόρως ἔχειν περὶ τὴν ἀνάγνωσιν,
καὶ τὸν τῶν ὀνομάτων κατάλογον, ἤτοι τὴν τῶν και-
ρῶν ἀπαρίθμησιν διψῇν δὲ μᾶλλον ἐντόνως καλὴν
καὶ ὀνησιφόρον οὕσαν, τὴν ἐφʼ ἐκάστῳ πληροφο-
ρίαν.
Ταιγαροῦν Κῶε μὲν γέγονεν ἀνὴρ τῶν ὅτι μάλιστα
θεοφιλεστάτων· δέκατος τῶν τοῦ πρώτου, τουτέστιν
Ἀδάμ. Τούτῳ προστέταχεν ὁ τὸῶν βλων Θεὸς, ὡς
μέλλοντος ἔσεσθαι τοῦ κατακλυσμοῦ, πανωλεθρίᾳ τε
καταφθαρήσεσθκ τοὺς ἐπὶ τῆς γῆς, συμπήξασθαι
μὲν κιβωτόν· ὀμοῦ δὲ φιλτάτοις, καὶ γυναιξὶ, καὶ
κτηνῶν εἴδεσι παντοδαποῖς, πτηνοῖς τε καὶ ἐρπετοῖς,
εἴεελάσαι τε καὶ διακλεῖν ἐν αὐτῇ· οὗ δὴ πρὸς πέρας
ἐνηνεγμένου, κατεφθείρετο μὲν ἅπαν τὸ ἀνθρώπινον
γένος, καὶ ἕτερα τῶν ζώων ὁ δὲ πανοικὶ διεσώζετο.
Τῶν ὑδάτων δὲ ὑφιζηκότων, ἡ μὲν κιβωτὸς προσέσχε
τοῖς ὄρεσιν Ἀραρὰτ, τουτέστι τῆς Ἀρμενίας· ἐν-
ερείσας δὲ πάλιν αὐτὸς τὸν πόδα τῇ γῇ, θυσίας ἐπι-
τελεῖ χαριιστηρίους. Ἀξιόχρεως μὲν οὖν εἰς πίστιν ἡ
θεόπνευστος ραφή. Ἐπειδὴ δέ τινες τῶν δεισιδαι-
μόνων μύθους τε εἰκαίους καὶ οὐδαμδθεν ἔχοντας ἢ
τὸ πθανὸν ἢ εὸ ἀληθές φασιν εἶναι τὰ παρʼ ἡμῖν,
ἀναγκαάως μεμνήσομαι καὶ τῶν παρʼ αὐτοῖς ἱστοριο-
χράφων, Ἀλεξάνδρου τε φημὶ τοῦ Πολυῖστορος καὶ
Ἀβυδηνοῦ· πεποίηνται γὰρ καὶ αὐτοὶ τὴν περὶ τού-
των ἀφήγησιιν ἐν ἰδίαις συγγραφαῖς οὐκ εἰεάπαν
ἀκαταψέκτως, ἀλλοκότως δὲ μᾶλλον, ἅτε δὴ καὶ εἰς
εὐσέβτιαν δογμάτων ἠμοιρηκότες. Καὶ ὁ μὲν Ἀλέξ-
ανδρός φησινæ οὕτως Ὡτιάρτου δὲ τελευτήσαντος,
τὸν υἰὸν αὐτοῦ ἄίσουθρον βασιλεῦσαι σάρους δεκα-
σκτώ· ἐπὶ τοὐτου τὸν μέγαν φασὶ γενέσθαι κατακλυ-
σμόν· εἶτα σωθῆναι λέγει τὸν ἄίσουθρον προαπσγ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.