PG 77, col. 109

τὴν Ἑσπέραν, καὶ¹ τὴν Ἐῴαν ὀρθόδοξοι ἐπίσκοποι.
venit abstinere. Catholicae enim apostolici-eque Ecclesim fides, in qua universi Occidentis et Orien-
tis orthodoki episcopi consentiunt, hujusmodi est.
«ιΠιστεὺομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα,
πᾶντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν’ καὶ εἰς ἕνα
Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μο-
νογενῆ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, τοῦτ’ ἔστιν, ἐκ
τῆς οὐσίας τοῦ Πατρός Θεὸν ὲκ Θεοῦ, φῶς ὲκ φωτὸς,
Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ
ποιηθέντα, ὁμοούσιον τῷ Πατρί· δι’ οὗ τὰ πάντα ἐγέ-
νετο ί, τά τε ὲν τῷ οὐρανῷ, καὶ τὰ ὲν τῇ γῇ· τὸν δι’
ἡμεῖς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτη-
Ρεαν κατελθόντα, ⁴καὶ σαρκωθέντα, καὶ ὲνανθρωπή- Β
σαντα· παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳο ἀνελ-
θόντα εις τοὺς οὐρανοὺς , ἐρχόμενον κρῖναι ζῶντας
καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ
λέγοντας· Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι
οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὅντων ἐγένετο, ἢ ἐξ ἑτέρας
τινὸς ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, καὶ τρε-
πτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθε-
ματίζει ἡ καθολικὴ καὶ-ἀποστολικὴ Ἐκκλησία. ι Ἐπό-
μενοι δὲ πανταχοῦ ταῖς τῶν ἁγίων Πατέρων ὁμολο-
γίαις, αἲ πεποίηνται, λαλοῦντος ὸν αὐτοῖς τοῦ ἁγίου
avsum-.05, καὶ τὸν τῶν ὲν αὐτοῖς ἐννοιῶν ἰχνηλα-
τοῦντες σκοπὸν, καὶ βασιλικὴν ὥσπερ ἐρχόμενοι τρί-
ϐον, φαμὲν ὅτι αὐτὸς 6 μονογενὴς τοῦ Θεοῦ Λόγος, 6
ἐξ αὐτῆς γεννηθεὶς τῆς οὐσίας τοῦ Πατρὸς, 6 ὲκ C
Θεοῦ ἀληθινοῦ Θεὸς ἀληθινὸς, τὸ φῶς τὸ ἐκ φωτὸς, 6
δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ὲν τῷ οὐρανῷ καὶ τὰ
ἐν τῇ γῇ, τῆς ἡμετέρας ἕνεκα σωτηρίας κατελθὼν,
καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ὲσαρκώθη τε καὶ ἐνην-
θρώπησε, τοῦτ’ ἔστι, σάρκα λαϐὼν ὲκ τῆς άγίας
Παρθένου , καὶ ἰδιαν αὐτὴν ποιησάμενος ὲκ μήτρας ,
τὴν καθ’ ἡμᾶς ὑπέμεινε γέννησιν, καὶ προῆλθεν άν-
θρωττος ἐκ γυναικὸς, οὐχ ὅπερ ἦν ἀποϐεϐληκὼς, ἀλλ’
εὶ καὶ γέγονεν ὲν προσλήψει σαρκὸς καὶ αἵματος, καὶ
οὕτω μεμενηκὼς ὅπερ ἦν, Θεὸς δηλονότι φύσει καὶ
ἀληθείᾳ. Οὔτε δὲ τὴν σάρκα φαμὲν εἰς θεότητος τρα-
πῆναι φύσιν, οὔτε μὴν σαρκὸς εις φύσιν τὴν ἀπόρ-
ρητον Θεοῦ Λόγου παραχθῆναι i φύσιν· ἄτρεπτος γάρ
ἐστι καὶ ἀναλλοίωτος παντελῶς μὲν 6 αὐτὸς ἀεὶ ὢν ιι,
κατὰ τὰς Γραφάς. Ὀρώμενος δὲ καὶ βρέφος ὲν σπαρ-
γάνοις μένων ι ἔτι, καὶ ὲν κόλποις τῆς τεκούσης Παρ-
θένου, πᾶσαν ἐπλήρου τὴν κτίσιν, ὡς Θεὸς, καὶ σύν-
εδρος ἦν τῷ γεγεννηκότι. Τὸ γὰρ θεῖον, ἀποσόν τέ
ἐστι καὶ άμέγεθες, καὶ περιορισμὸν οὐκ ἀνέχεται. .
Ἠνῶσθαί γε μὴν σαρκὶ καθ’ ὑπόστασιν ὁμολογοῦν-
τες τὸν Λόγον, ἕνα προσκυνοῦμεν Υῑὸν καὶ Κύριον
Ἰησοῦν Χριστὸν, οὔτε ἀνὰ μέρος τιθέντες καὶ δι-
ορίζοντες ἄνθρωπον καὶ⁵ Θεὸν, οὗτε ’³ συνημμένους
’⁸ Philipp. ιι, 7.
Varias lectiones codicis Seguieriani.
i δι’ οὗ ἐποίησε τοῦς αὶῶνας. 1 μετενεχθεῖναι. ιι μένων. ¹ μὲν ὧν. ιιι ὼς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.