PG 77, col. 108

ὲπισφαλής, ή πρὸς γονέας αἰδώς· ἠρεμείτω δὲ κο.ὶό
τῆς εἰς τέκνα καὶ ἀδελφοὺς φιλοστοργίας νόμος, καὶ
τοῦ ζῇν ἀμείνων ἔστω ⁸ λοιπὸν τοῖς εὐσεϐέσιν ὀ θαι
νατος, ι ἵνα κρείττονος ἀναστάσεως τύχωσι, ι κατὰ
τὸ γεγραμμένον.
Ἰδοὺ τοίνυν ἅμα τῇ ’ἁγία συνόδῳ, τῇ κατὰ τὴν
μεγάλην Ῥώμην συνειλεγμένη, προεδρεύοντος τοῦ
ὀσιοηάτου καὶ θεοσεσεστάτου ἀδελφοῦ καὶ συλλειτουρ-
τοθ ήμιΞιν Κελεστίνου τοῦ ἐπισκόπου, καὶ τρίτῳ afer
τούτῳ διαμαρτυρόμεθα γράμματι, συμϐουλεύοντες
άποσχέσθαι μὲν τῶν οὕτω σκαιῶν καὶ διεστραμμένων
δογμάτων, ἃ. καὶ φρονεῖς καὶ διδάσκεις, ἀνθελέσθαι
δὲ τὴν ὀρθήν πίστιν, τὴν ταῖς Ἐκκλησίαις παραδο-
θεῖσαν ἐξ ἀρχῆς διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγ-
γελιστῶν, οἳ καὶ αὐτόπται οιαὶ ὑπηρέται τοῦ λόγου
γεγόνασι. Καὶ εί μὴ τοῦτο δράσειεν ἠ σὴ εὐλάϐεια,
κατὰ τήν ὁρισθεῖσαν προθεσμίαν ἄν τοῖς γράμμασι
⁴ιιοῡ μνημονωθέντας ὁσιωτάτου καὶ Gemma
ἀδελφοῦ καὶ ,συλλειτουργοῦ ἡμῶν τοῦ τῆς Ῥωμαίων
Ἐκκλησίας ἐπισκόπου Κελεστίνου, γίνωσκε σαυτὸν
οὐδένα κλῆρον ἔχοντα μεθ’ ήμῶν, οὐδὲ τόπον ἢ
λόγον ὲν τοῖς ἱερεῦσι τοῦ Θεοῦ καὶ ἐπισκόποιςι
Οὐδὲ γὰρ ἐνδέχεται περιϊδεῖν ἡμᾶς Ἐκκλησίας οὕτω
εεθορυόημένας, καὶ σκανδαλισθέντας λαοὺς , καὶ
πιίστιν ὀρθὴν άθετουμένην, καὶ διασπώμενα παρὰ
τοῦ τὰ ποίμνια, τοῦ σώζειν ὀφείλοντος , εἴπερ ἦσθα
ιαθ’ ἡμᾶς ὀρθῆς δόξης ἐραστὴς, τὴν τῶν ἁγίων Πα-
τέρων ίχνηλατῶν εὐσέϐειαν. ’Δπασι δὲ τοῖς παρὰ σῆς
εὐλαϐείας κεχωρισμένοις διὰ τὴν πίστιν, ἢ καθαιρε-
lator. λαῖκοίς τε καὶ κληρικοίς , κοινωνικοὶ πάντες
:opiv. Οὐ γάρ ἐστι δίκαιον τοὺς ὀρθὰ φρονεῖν ἐγνω-
ιότας σαῖς ἀδικεῖσθαι ψήφοις, ὃτι οἱ δ καλῶς ποιοῦν-
re; ἀντειρήκασι. Τοῦτο γὰρ αὐτό καταμεμήνυκας ἐν
ῇ ἐπιστολῇ τῇ γραφείσῃ παρὰ σοῦ πρὸς τὸν τῆς
ιεγάλης Ῥώμης ἁγιώτατον καὶ συνεπίσκοπον ἠ μῶν
ἱελεοτῑνον. Οὐκ ἀρκέσει δὲ τῇ σῇ εὐλαϐείᾳ τὸ συν-
μολογῆσαι μόνον τὸ τῆς πίστεως σύμϐολον, τὸ ἐκ·
εθὲν κατὰ καιροὺς ὲν ἁγίῳ Πνεύματι παρὰ τῆς ἁγίας
ni μεγάλης συνόδου, τῆς κατὰ καιροὺς συναχθείσης
ν τῇ Νικαέων. Νενόηκας γὰρ καὶ ήρμήνευσας οὐκ
ρθῶς αὐτὸ, διεστραμμένως δὲ μᾶλλον, κᾶν ὁμολογῇς
ᾖ φωνῇ τὴν λέξιν. Ἀλλὰ γὰρ ἀκόλουθον ἐγγράφως
αὶ ἐνωμότως ὁμολογῆσαι, ὅτι καὶ άναθεματίζεις μὲν
ὴ μιαρὰ σαυτοῦ καὶ βέϐηλα δόγματα’ φρονήσεις δὲ
αὶ διδάξεις, ἃ καὶ ἡμεῖς πάντες , οἵ τε κατὰ τὴν
Εσπέραν καὶ τὴν Ἐῴαν ἐπίσκοποι , καῖ διδάσκαλοι,
ut λαῶν ἡγούμενοι. Συνέθετο δὲ καὶ ή κατὰ τὴν
Ρώμην ἁγία σύνοδος, καὶ ἡμεῖς ἅπαντες, ὡς ὀρθῶς
ίούσαις καὶ ἀνεπιλήπτως, ταῖς γραφείσαις ἐπιστο-
ιτς πρὸς τὴν σὴν εὐλάϐειαν παρὰ τῆς Ἀλεξανδρέων

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.