PG 78, col. 1692

Z'. Ἦρωτήθη πάλιν, Πῶς ὀφείλει τις ὲξουδενωμέ-
νοςῆ κακολογούμενος παρά τινων, μὴ θυμοῦσθαις
ἁπεκρίνατο γοῦψ Ἐάν τις , εἶπεν, ἔχῃ ἑαυτὸν εὐτελῆ ,
μὴ ταράσσεται· καθὼς εἶπενὸ assa; Ποιμήν· ε Ἐὰν
αὐτὸν εύτελίσῃς, ἔξεις ἀνάπαυσιν. ι
Η¹. Καὶ ἔλεγεν, ὃτιΠοτέ τις τῶν ἀδελφῶν τῶν
ιεινάντων μετ’ ἐμοῦ καὶ λαϐόντων παρ’ ἐμοῦ τὺ
σχῆμα , πολλὰ συγκρυτηθεὶς παρ’ ἐμοῦ· καὶ γάρ τῶν
τρυφερῶν ἦν’ συγκατέϐαινον αύτῷ διὰ τὴν ἀσθένειαν
αὐτοῦ. Ἐν μιᾷ ἡμέρᾳ. λέγει μοι’· Ἀϐϐἄ μου, πολλὰ
ἀγαπῶ σε. Καὶ λέγω αὐτῷ’ Ἐγὼ ἀκμὴν οὐχ εὗρόν
τινα ἀγαπῶντά με, ὼς ἀγαπῶ αὐτόν. Ἰδοὺ νῦν λέ-
γεις, ὅτι ’Δγαπῶ σε· καὶ πείθομαι. Ἐάν δὲ συμϐῇ τι
μὴ ἀρέσκον σοι, ού μένεις ὁ αὑτός· ἐγὼ δὲ, πᾶν ὁτιοῦν
πάθω παρὰ σοῦ, ού δύναται άποστῆσαί με τῆς ἀγά-
πης σου, Μικρὸς χρόνος παρῆλθε, καὶ οὐκ οἶδα τί
συνέϐη αὐτῷ. Καὶ ήρξατο λέγειν κατ’ ἐμοῦ πολλὰ,
ἕως καὶ αἰσχρῶν ῥημάτων· καὶ πάντων ἤκουον· καὶ
ἔλεγον ὲν έαυτῴ οὓτως· Καυστήρ ἐστι τοῦ Ἰησοῦ, καὶ
ἀπεστάλη ἰατρεῦσαι τὴν κενόδοξόν μου ψυχήν. Ἀπὸ
τῶν τοιούτων δύναταί τις κερδῆσαι ἐὰν νήψῃ, ὥσπερ
ἀπὸ τῶν μακαριζὸντων ζημιοῦται. Θῦτος ἀληθῶς
ὡς εὐεργέτης ὲστί. Καὶ ἐμεμνήμην αὑτοῦ ὡς ἰατροῦ
καὶ εὐεργέτου· καὶ ἔλεγον τοῖς άναγγέλλουσί μοι· Ti
φανερά μου κακὰ μόνον οἶδε, καὶ οὐδὲ ὅλα, ἀλλὰ
μέρος τι· τὰ δὲ κεκρυμμένα άναρίθμητά εἰσιν. Μετὰ
καιρὸν οῦν ἀπαντᾷ μοι si; Καισάρειαν· καὶ ἔρχεται
κατὰ τὸ ἔθος καὶ περιπτύσσεται καὶ καταφιλεῖ με·
κάγὼ αὐτὸν, ὡς μηδενὸς γενομένουο καὶ ἐν τῷ·).ἐγειν
ταῦτα ὅτε συνήντει μοι περιεπτύσσετό μοι πολλά·
ἐμοῦ δεικνύοντος αὐτῷ μηδεμίαν ὑποψίαν, μηδ’ ὅλως
λείψανον λύπης, καίπερ πάντα ἀκούων. Ὅμως
προσπίπτει μοι καὶ κατέχων τοὺς πόδας μου λέγει
μοι’ Συγχὼρησόν μοι assa μου . διὰ τὸν Κύριον, ὅτι
πολλὰ καὶ δεινὰ ἐλάλησα κατὰ σοῦ. Ἐγὼ δὲ κατα-
φιλήσας αὐτὸν λέγω αὐτῷ μετὰ χαριεντισμοῦ · Μέ-
μνηται ἡ θεοφιλία σου, Πάτερ, δτι εἶπές μοι· Πολλά
ἀγαπῶ σε’ καὶ εἶπόν σοι· Οῦπω εῦρόν τινα ἁγα-
πῶντά με ὠς ἀγαπῶ αὐτόν. Ἰδοὺ νῦν λέγεις, ὅτι
Ἀγαπῶ σε’ καὶ πείθομαι’ ἐὰν δὲ συμϐῇ τι μὴ ἀρέ-
σκον σοι, οὐ μένεις ὁ αὐτός. Ἐγὼ δὲ , εἴ τι πάθω
παρὰ σοῦ, οὐ δύναται ἀποστῆσαι με τῆς ἀγάπης σου.
Πληροφορηθείη ἡ καρδία σου, ὅτι οὐδὲν ἔλαθέ με ὧν
λελάληκας* ἀλλὰ καὶ ποῦ καὶ τίσι, πάντα ἥκουσαν καὶ
οὐδέποτε εἷπον, ὅτι Οὐκ ἐστιν οὓτως ο οὐδ’ ἔπεισέ μοί
τις εἰπεῖν κατὰ σοῦ· ἀλλ’ ἔλεγον, ὅτι Ἀπερ λέγει,
άληθῆ λέγει, καὶ ἀπὸ τῆς ἀγάπηςο ἰδιοποιούμενός
μοι, καὶ ού διέλιπον μεμνημένος σου ἐν ταῖς εὐχαῖς
μου. Καὶ ἵνα δείξω σοι τεκμήριον ἀγάπης·
ἐπόνησα τὸν ὀφθαλμὸν σφοδρῶς, καὶ μνησθείς· σου
ἐποίησα τὸν σταυρὸν, καὶ εἶπον· Κύριε Ἰησοῦ Χρισεὲ, “

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.