PG 79, col. 1153

παύεται, ἕως ἂν θάνατος τὴν ἀνήνυτον ταύτην παύ-
σῃ σπουδήν. Συνετδς μοναχὸς τῇ χρείᾳ προσέξει τοῦ
σώματος, καὶ τήν ἔνδειαν τῆς γαστρὸς ἄρτῳ πληρώ-
σει, καὶ ὕδατι, οὺ κολακεύσει πλουτοῦντας δι’ ἡδο-
νὴν γαστρὸς, οὐδὲ δουλώσει νοῦν ἐλεύθερον δεσπόταις
πολλοῖς· ἱκαναὶ γὰρ αί χεῖρες ὑπηρετῆσαι τῷ σώμα-
τι, καὶ τὴν φυσικὴν ἀνάγκην πληρῶσαι διὰ παντός.
Ἀκτή μων μοναχδς, ἀθλητὴς ἁμεσολάϐητος. καὶ δρο-
μεὺς κοῦφος, ταχέως φθάνων ἐπὶ τὸ βραϐεῖον τῆς
ἀνω κλήσεως. Πολυκτήμων μοναχὸς χαίρει προσ-
όδοις πολλαῖς, 6 δὲ ἀκτήμων στεφάνοις κατορθωμά-
ιτων. Φιλάργυρος μοναχδς ἐργάζεται σφοδρῶς, 6 δὲ
ἀκτήμων προσευχαῖς σχολάζει, καὶ ἀναγνώσμασι.
Φιλάργυρος μοναχδς πληροῖ ταμιεῖα χρυσοῦ, 6 δὲ
ἀκτήμων θησαυρίζει ὲν οὐρανῷ. ι Ἐπικατάρατος 6
ποιῶν εῖδωλον, καὶ τιθεὶς ὲν ἀποκρύφῳ. ι ὡσαύτως
καὶ 6 ἔχων φιλαργυρίας πάθως’ 6 μὲν γὰρ προσκυ-
νεῖ κίϐδηλον ἀνωφελὲς, 6 δὲ ἀγαλματοφορεῖ φαντα-
σίαν πλούτου.
ΚΕΦΛΛ. Θ⁹.
Περὶ ὁρτῆς.
” Ὀργὴ πάθος ἐστὶ μανιῶδες, καὶ τοὺς ἔχονταιςο
γνῶσιν ἐξίστησιν εὐχερῶς, θηριοῖ τήν ψυχὴν, καὶ
πᾶσαν συντυχίαν ἐκκλίνειν ποιεῖ. ’Ἄνεμος σφοδρὸς
οῦ κινήσει πύργον, καὶ ψυχὴν ἀόργητον οὐ συναρπά-
ζει θυμός. ’Ύδωρ κινεῖται ὑπὸ βίας ἀνέμων, καὶ
θυμώδης ταράσσεται ὑπὸ λογισμῶν ἀσυνέτων. Μονα-
χὸς ὀργίλος εἶδέ “van-mi τοὺς ὀδόντας παρέθηξεν.
Ὁμίχλης ἀνάδοσις παχύνει ἀέρα, καὶ θυμοῦ κίνησις
διάνοιαν ὀργίλου. Ἐσκότισεν ἥλιον ὑποδραμὼν νέφος,
καὶ νοῦν λογισμὸς μνησικακίας. Λέων ὲν ζωγρείῳ
ἱυν κινεῖ τοὺς στρόφιγγας συνεχῶς, καὶ θυμώδης ἐν
κέλλῃ λογισμοὺς ὀργῆς. Τερπνὴ θεωρία, γαληνῶσα
θάλασσα, ἀλλ’ οὐκ ἔστι τερπνοτέρα εἰρηνικῆς κατα-
στάσεως· γαληνώση γὰρ θαλάσσῃ ὲγκολυμϐῶσι δελ-
φῖνες, εἰρηνικῇ δὲ καταστάσει ὲννήχεται νοήματα
θεοπρεπῆ. Μακρόθυμος μοναχδςν ἡσυχάζουσα πηγὴ.
καὶ πᾶσι παρέχουσα προσηνὲς ποτὸν, διάνοια δὲ ὀργί-
λου διὰ παντὸς τετάρακται καὶ οὐκ ἐπιδώσει τῷ δι-
, ιξῶντι ὕδωρ, κᾶν ὲπιδώσῃ, τεθολωμένον, καὶ ἄχρη-
στον, καὶ ὀφθαλμοὶ θυμώδους, τεταραγμένοι, καὶ
ὕφαιμοι καὶ τῆς ταρασσομένης καρδίας ἄγγελοι.
Πρόσωπον δὲ, μακροθύμου ὀρθά κατεσταλμένον, καὶ
ὀφθαλμοὶ προσηνεῖς κάτω βλέποντες.
facies vero longanimi composita est; oculique benigni recta intuentes.
neeaa.tc ⁸
Πραῢτης ἀνδρὸς μνημονεύεται παρᾶ Θεῷ, καὶ
ἁόργητος ψυχὴ ναὸς γίνεται τοῦ ἁγίου Ιῐνεύματος.
⁶⁶ Psal. ςικκι, l.
⁵³ Act. ΗΠΒ-ι, εδ Deut. χχιιι. 'lEi.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.