PG 79, col. 1156

Φεύγει ἁνήρ σεμνὸς αἰσχρὸν καταγώγιον, καὶ Θεὸς
μνησίκακον καρδίαν. ’Ύδωρ ἐτάραξεν ἐμπεσὼν λίο
θος, καὶ καρδίαν ἀνδρὸς λόγος κακός. Ἀπόστησον
λογισμοὺς ὀργῆς ἀπὸ σῆς ψυχῆς, καὶ Θυμδς μὴ αύ-
λιζέσθω ἐν σῇ καρδίᾳ, καὶ⁵ οὐ μὴ ταραχοῇς ἐν καιρῷ
προσευχῆς ο δν τρόπον γὰρ ἀχύρων καπνὸς ταράσσει
ὀφθαλμοὺς, οὕτω μνησικακία νοῦν, ὲν καιρῷ προσο
ευχῆς. Δογισμοὶ θυμώῖους ἐχίδνης γεννήματα, καὶ
,κατεσθίουσι τὴν τεκοῦσαν καρδίαν. suum; προσ-
ευχὴ ἑϐδελυγμένον θυμίαμα · καὶ ψαλμῳδία ὀργίλου
ἦχος ἀηδής. Δῶρον μνησικάκου μυρμηκιῶσα ουσία,
καλ⁸ οὐ μὴ προσεγγίσῃ περιρραντηρίους βωμούς. Ἐν-
ύπνια τεταραγμένα ὁρᾷ θυμώδης, καὶ Θηρίων ἑπι-
δρομὰς φαντάζεται ὀργίλος. Μακρόθυμος ἀνὴρ ὀπτα-
σίας ὀρᾷ, συντυχίας ἁγίων ἀγγέλων, καὶ ἀμνησί-
κακος γυμνάζει λόγους πνευματικοὺς, καὶ εν νυκτὶ
δέχεται μυστηρίων λύσεις.
ΚΕΦᾹΛ. lA'.
Περὶ λύπης.
Οὐκ οἶδε πνευματικὴν ἡδονὴν λυπούμενος μοναο
χός ο λύπη δέ ἐστι κατήφεια ψυχῆς, κα)⁸ συνίσταται
ἀπὸ λογισμῶν ὀργῆς. Ἀμύνης γάρ ὄρεξίς ἔστιν ὀ
θυμὸς, ἁποτυχία δὲ ἀμύνης ἐγέννησε λύπην ⁸ λύπη
στόμα ἐστὶ λέοντος, καὶ τὸν λυπούμενον καταπίνει
εὐχερῶς. Σκὼληξ ἐστὶ καρδίας λύπη, καὶ κατεσθίει
τὴν τεκοῦσαν μητέρα. Ὀδυνᾶται μήτηρ τίκτουσα
παιδίον, ἐὰν τέκῃ, τῆς ὀδύνης ἀπήλλακται, λύπη δὲ
γεννωμένη, πολὺν κινεῖ τὸν πόνον, καὶ μετὰ τὰς ὡδί-
νας παραμένουσα, ού μικρῶς ὀδυνᾶται. Οὐκ οἶδα
χαρὰν πνευματικὴν λυπούμενος μοναχός, ὡς οὐίὲ
μέλιτος γεῦσιν ὀ πυρέσσων σφοδρῶς. ,Λυπούμενος
μοναχός ού κινήσει τὸν νοῦν εἰς θεωρίαν, οὐδὲ προσ-
ευχὴν καθαρὰν ἀναπέμπει· παντὸς γάρ καλοῦ ἐμ-
πόδιόν ἐστι λύπη. Δεσμός ποδῶν ἐμπόδιόν ἐστι 69d-
μου, καὶ λύπη ἐμπόδιον θεωρίας. Αίχμάλωτος ἀπὸ
βαρϐάρων δέδεται σιδήρων, καὶ αίχμάλωτος ἀπὸ πα-
θῶν δέδεται λύπη. Ούκ ἰσχύει λύπη μὴ παρόντων τῶν
ἄλλων παθῶν, ὡς οῡτι δεσμὸς, μὴ παρόντων τῶν δε-
σμούντων. ’0 δεδεμένος λύπῃ νενίκηται ύπό παθῶν,
καὶ τὸν δεσμὸν ἐπιφέρεται τῆς ἣττης τόν ἔλεγχον.
Λύπη γὰρ συνίσταται ἐπὶ ἀποτυχίᾳ ὀρέξεως σαρκι-
κῆς · ὄρεξις δὲ παντὶ πάθει συνέζευκται. ὐ νικήσας
ὄρεξιν, ἐνίκησε πάθη, ὁ δὲ νικήσας πάθη, οὐ κρα-
τηθήσεται ὑπὸ λύπης. Ἐγκρατής ού λυπεῖται ἐπὶ
ἀποτυχία βρωμάτων, οὔτε σώφρων διαμαρτὼν ἀτρο-
σύνης ἀκολάστου, οὐδὲ ἀόργητος, ἀποπεσὼν ἀμύνης,
οὐδὲ ταπεινόφρων, στερηθεὶς ἀνθρωπίνης τιμῆς.
οὐδὲ ἀφιλάργυρος, ζημίᾳ περιπεσὼν, ἐξέκλιναν γὰρ
τὴν τούτων δρεξιν δυνατῶς ὥσπερ γὰρ ὀ uliwa

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.