PG 79, col. 84

ἔσχεν οίκήτορα, τὸν πρωτόπλαστον Ἀδὰμ μετὰ τὸ
ἐκϐληθῆναι τοῦ παραδείσου ἐν ταύτῃ καθιδρυνθέντα
πρὸς παραμυθίαν ὧν ἐστερήθη. Πρῶτον οὖν Παλαι-
στίνη καὶ νεκρὸν ἐδέξατο ἄνθρωπον, ἐκεῖ τοῦ Ἀδὰμ
τὴν καταδίκην πληρώσαντος. Καινδν τοίνυν ἐδόκει
εἶναι τοῖς τότε θεωρεῖν ὀστέον κεφαλῆς τῆς σαρκὸς
περιούσης, καὶ ἀποθέμενοι τὸ κρανίον ὲν τόπῳ, Κραο
νίου τόπον ὠνόμασαν· εἰκὸς δὲ μηδὲ τὸν Νῶε, τοῦ
ἀρχηγοῦ πάντων ἀνθρώπων ἀγνοῆσαι τὸν τάφον, ὡς
μετὰ τὸν κατακλυσμὸν ἀπ’ αὐτοῦ διασωθῆναι τὴν
ποίμνην. Διόπερ ὁ είς τὰς ἀρχὰς τοῦ ἀνθρωπείου
θανάτου ἐρευνήσας, είς τὸν λεγόμενον Κρανίου τόπον
τὸ πάθος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳῆ φθορὰ τῶν ἀν·-
θρώπων τὴν ἀρχὴν ἔλαϐεν, ἐκεῖθενή ζωὴ τῆς βα-
σιλείας ἄρξηται. Καὶ ὥσπερ ἴσχυσεν ἐν τῷ Ἀδὰμ ὁ
θάνατος, οὕτως ἀσθενήσῃ ἐν τῷ θανάτῳ τοῦ Χρι-
στοῦ. Διὰ τοῦτο εἴρηκεν Ἡσαΐας ὁ προφήτηςο -ι Ἐν κέ-
ρατι, ὲν τόπῳ πίονιο ι κέρατι μὲν ὡς κατά τοῦ θανά-
του άμυντήριος ἔχοντι τὸν σταυρὸν τοῦ Δεσπότου·
πίονι δὲ,ὠς μετά τὸν παράδεισον τῶν καταστάσης τῆς
ὑφ’ ἡλίῳ πρωτείων ὴξιωμένῳ.
I". — Τῷ αὐτῷ.
ra. μὲν ἄλλα τῶν ἁμαρτημάτων, καὶ ἔστι χαλεπά.
καὶ νομίζεται εῖναι. Χαλεπὰ ὁ φόνος, καὶὴ μοιχείασ
xai. γάρ ἐστι χαλεπὸν, καὶ νομίζεται εῖναι χαλεπόν.
Ὀ δὲ ὅρκος ἐστὶ μὲν χαλεπὸς, οὐ νομίζεται δὲ εἶναι
χαλεπός. Διόπερ μᾶλλον αὑτὸν φυλαξώμεθα⁸ κάν τε
δικαίως, κᾶν τε οὐ δικαίως ὀμνύηται, ἴνα μὴ είς αὐτὸν
κρημνισθέντες, τῆς αἰωνίου ζωῆς ὲξορισθῶμεν.
Δο. -- ΜΑΡΚΕΔΛΙΝῼ ΜΟΝΑΧῼ.
Τῇ εὐχῇ καὶ τῇ τῶν χειρῶν ἐκτάσει ἐτρέψατο
Μωῦσῆς τὸν Ἀμαλήκ. Ἐὰν τοίνυν μὴ ἔχεις μνησιο
κακίαν πρὸς ἀδελφὺν, καὶ εὖχῃ ὑπὲρ τοῦ πέλας
θλίσοντος, καὶ λυποῦντός σε, πρόδηλον ὅτι ἄνω είς
τὸν οὐρανὸν ai χεῖρές σου άνατέτανται, καὶ πάντως
βοηθείας ὲπιτυγχάνεις ὲν τῷ πειράζεσθαί σε, καὶ
καταπονεῖσθαι ὑπὸ τοῦ διαϐόλου* ἐὰν δὲ τὴν μῆνιν
φυλάττῃς πρὸς τὸν πλησίον, καὶ καταϐάλλεις αὑ-
τοῦ, καὶ ψέγεις, καὶ διαϐάλλεις τὸν ἄνθρωπον, πάν-
τως ἔτι κάτω ἔχεις τὰς χεῖρας τοῦ ἔσω ἀνθρώπου,
κᾶν είς τὸ φαινόμενον δοκῇς πρὸς Θεὸν ἀναπετά-
ζειν τὰς χεῖρας, καὶ τὸ ὄμμα, καὶ οὐ μὴ εἰσακου-
σθῇς δεόμενος* ι Αἱ γὰρ χεῖρές σου, φησὶν ό θεὸς,
αἵματος ἀδελφικοῦ πλήρεις είσίν. ι Τί γάρ μνησ.
κακίας φονικώτερον; Πεισθῶμεν οὖν τῷ λέγοντιί
Λούσασθαι διὰ μεταμελείας, καὶ καθαροὶ γίνεσθε
ἀπὸ τῶν πονηριῶν ὑμῶν διὰ τῆς καθαρᾶς ἱκεσίας.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.