PG 79, col. 93

θρωπος τετιμημένος τῇ τοῦ Θεοῦ εἰκόνι ι Οὐ συνῆκεν,
παρεσυνεϐλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώ-
θη αὐτοῖς. ι Ἀλλ’, εί βούλῃ τὸ ὠφέλιμον γνῶναι τῆς
ἀγρυπνίας, πολυπραγμόνησον, τί ἔλεγεν ό καθ’ ὲκά·
στην νύκτα τὴν κλίνην ἄρδων τοῖς δάκρυσι ’ Προ-
έφθασα έν ἀωρίᾳ⁵ καὶ ἐκέκραξα ἐξομολογούμενος,
καὶ ὑμνῶν σε’ μεσονύκτιον ὲξεγειρόμην, οὐχ ὑφ’
ἑτέρου νυττόμενος, καὶ βίᾳ ἑλκόμενος πρὸς ἐκτινα-
γμὸν ὕπνουνάλῖ αὐτὸς ἐμαυτὸν προθύμως διανιστὰς
πρὸς τὴν δοξολογίαν τοῦ κτίσαντος. Γλυκερά γὰρ
αὕτη μοι τοῦ ὕπνου [μᾶλλον] λελόγισται, ἐπειδήπερ
πολλὴ ἡ ὲκ ταύτης ὠφέλεια, καὶ πολλῶν ἀγαθῶν
αἰωνίων πρόξενος τοῖς ἀγρυπνοῦσι καθίσταται. 11ρῶ-
τον μὲν γὰρ τὰ κατά τὴν προλαϐοὖσαν ἡμέραν ἡμῖν
συμϐεϐηκότα πταίσματα ἔργοιςῆ λόγοις τῷ Θεῷ
ὶκκαλύπτοντες, κουφιζόμεθα τῆς ἀχθηδόνος αὐτῶν,
ὣς φορτίου βαρέως τοῖς ὤμοις τῆς ψυχῆς ἐπικειμέ-
νου, καὶ τῷ πυρὶ τῆς ἀγρυπνίας τεφροῦμεν, ὥσπερ
ἀκάνθας καταφλέξαντες τοῦ διαϐόλου τὸν πλοῦτον.
Πλουτεῖ γάρ καθ’ ἡμέραν ἐκεῖνος τοῖς ήμῶν παρα-
πτώμασιη Διόπερ δυσφορεῖ λοιπὸν ό διάϐολος, καὶ
καθ’ ἡμῶν βρυχᾶται, ὅταν βλέπει ἡμᾶς τῇ ἀγρυπνία
σχολάζοντας, καὶ ταύτῃ ποθεινῶς, καὶ φιλοπόνως
προσέχοντας· είς μεγάλην γὰρ αὑτὸν ζημίαν, καὶ
τύρϐην ἐμϐάλλομεν τῷ καθ’ ἑκάστην διὰ τῶν ἁμαρτη-
μάτων ἡμῶν, προσγενομένου αὐτοῦ πορισμοῦ γυμνδν
ἀτοοδεικνύντες, καὶ ἔρημον. Δεύτερον δὲ αὐτὸν τὸν
πολυκέφαλον, καὶ παμπόνηρον θῆρα ἑφαλλόμενον
ἠ μῖν ἀοράτως, καὶ σπαράξαι βουλόμενον,ἢ καταπιεῖν
ἡμᾶς, ἡ ἄγρυπνος χαλινοῖ καὶ συμποδίζει εὐχὴ, καὶ
ἰκλύει τὰ νεῦρα τῆς πονηρίας αὑτοῦ, ἡμᾶς δὲ τῆς
οὐρανίου φιλοτιμίας ἐπιτυχεῖν προξενεῖ, ὑπὲρ τὰς
πηγὰς ἡμῖν ἀναϐλυζούσης τῆς χάριτος, καὶ ὑπὲρ τὸ
πέλαγος χεομένης είς ἡμετέραν εὐεργεσίαν. Ἔπειτα
δὲ καὶ ἡμεῖς ὀκνηρότεροι τοῦ λοιποῦ περὶ τὸ πταίειν
γινόμεθα, τῆς ἀγρυπνίας ἡμῖν λογισμοὺς φιλοθεῖας
ἰναπαλασσομένης, καὶ κόσμου ματαιότητος ἀποστρο-
φὴν ἐμποιούσης, καὶ διωθεῖσθαι τά βλάπτοντα δι-
δασκούσης. Ἦ γὰρ κατά Θεὸν ἀγρυπνία ἐρήμους ἡμᾶς
νύκτωρ παραλαϐοῦσα, καὶ ἀπεστερη μένουςςτῆς τε τῶν
ὄχλων συγχύσεως, καὶ τῆς τῶν συναλλαγμάτων
σπουδῆς. καὶ τῆς τῶν φίλων συντυχίας, καιρὸν εύέ
ροῦσα, ὡς μήτηρ φιλόστοργος, ὲν ἀπερικτυπήτῳ τινὶ,
καὶ ἡσυχίας, καὶ νήψεως, καὶ γαλήνης, καὶ μεστῆς
εἰρήνης μεμεστωμένῳ χωρίῳ, καὶ παραθήσασα ἡμᾶς
ἑαυτῇ, ἀνοίγνυσι τοὺς ἑαυτῆς θησαυροὺς τῆς σοφίας,
καὶ τῶν σεπτῶν παραινέσεων, καὶ τῶν θείων ἐλλάμ-
ψεων. Καὶ λεληθότως πληροῖ τοὺς κόλπους ἡμῶν
τῆς ψυχῆς · κᾶν μὲν πάντα τά δοθέντα ἡμῖν νηφόν-
τως φυλάξωμεν, μακάριοι ἡμεῖς, καὶ τρισμακάριοι.
Καὶ μυριάκις οἴδασιν ὅπερ λέγω, οί μύσται, καὶ
τρόφιμοι τῆς καλῆς ἀγρυπνίας. οἱ τὴν κιθάραν τοῦ
Δασὶδ τῷ τῆς γλώττης ἑαυτῶν πλήκτρῳ κρούειν
⁸⁸ Psal. xxxxvm, l2. ³⁵ l’sal. um, ι.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.