PG 79, col. 92

δὲ τὸ ἀεὶ χρῄζειν ἡμᾶς ἀποσμήχειν τὰς πλαττομένας
ἡμῖν κηλῖδας ἑκ τῆς άπροσεξίας καὶ ἀμελείας, καὶ
ἁποξέειν, καὶ ῥίπτειν ἔξω μακρὰν ἀφ’ ἡμῶν ἐφ’
ἑκάστης σχεδὸν ὥρας, τούτου προσδεόμεθα τοῦ λου-
τροῦ, νοητοῖς καὶ αίσθητοῖς πταίσμασιν προσομι-
λοῦντες, ἑκουσίοις καὶ ἀκουσίοις. Οἶμαι γάρ ἀνθ’
ἡμῶν εἰρηκέναι τὸν Ἰὼϐ, ὃτι ι Ἐὰν ἀπολούσωμαι
χιόνι, καὶ άποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἑν
ῥύπῳ με ἔδαψας. ι Ὠσπερ τοίνυν διὰ πάσης ἑσθίο-
μεν τῆς ζωῆς, καὶ πίνομεν, οὑτω καὶ τὸ διασμή-
χεσθαι ἀδιαλείπτως ἡμῖν, ἐπεὶ μὴ δυνατὸν ἄμεμ-
πτόν τινα καὶ ἀμόλυντον τὸ καθόλου ἄνθρωπον
εὑρεθῆναι. Διόπερ πίστευσον τῷ Προφήτῃ κράζοντι’
ι Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, ι καὶ
τῷ Παύλῳ γράφοντι · ι Προσέλθωμεν τῷ Θεῷ μετᾶ
ἀληθινῆς καρδίας, ὲρραντισμένοι τὴν διάνοιαν am
συνειδήσεως πονηρᾶς, ι καὶ τὰ ἑξῆς.
ΚΕ.- ΑΒΡΑΜΙῼ ΠΡΕΣΒΥΤΕΡῼ.
Τισὶ μὲν τῶν ἀνθρώπων πρὸς ὀλίγον προσϐάλλειν
καὶ θᾶττον ἀφίπτασθαι, ἑπετράπησαν δαίμονες· τισὶ⁵
δὲ ἑπὶ πολὺ διοχλεῖν ὑπὸ τοῦ ἀγωνοθέτου Θεοῦ τοῦ
ἡμετέρου προνοητοῦ, καὶ κριτοῦ, ὁμοίως προσετάχθη·
ἑτεροι δὲ καὶμέχρι τελευταίας ἀναπνοῆς προσπαρα-
6ῆναι, καὶ πειράζειν, καὶ ἑκθ).ἱ6ειν ἑκάστοτε συγο
c χωροῦνται ἀναίσχυντοι δαίμονες. ι
Kq'. ΤΙΜΟΘΕῼ ΥΠΟΔΙΑΚΟΝῼ.
Γεγράφηκάς μοι λέγων, ὅτι ἣθελον μαθεῖν, τί
ὠφελεῖ ή ἀγρυπνία τὸν ἄνθρωπον, ὅτι πολλοὺς μὲν
βλέπω γοργευομένους πρὸς αὑτήν · περιττὸν δὲ ἡγοῦ-
μαι τὸ ἀγρυπνεῖν, ἐπειδὴ ’τὸν ὕπνον τῷ Ἀδάμ ὁΘεὸς
ἐπέϐαλεν, καὶ χρὴ πάντως κοιμᾶσθαι. Τῶν γάρ
ἀγαθῶν μου χρείαν οὑκ ἔχει ό Θεός. Τὸ μὲν τῷ ’Δδάμ
κατ’ ἀρχάς γενόμενον αἰσθητῶς, μυστήριον νοητὸν
ὑπῃνίττετο, ἑσήμανε γάρ τὸν δεύτερον Ἀδάμ, τουτ-
έστιν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν , μέλλειν
ὑπνοῦν τὸν ἀνθρώπινον θάνατον ἑν τῷ σταυρῷ, ὅπως
ἑκ τῆς ἁγίας αὑτοῦ πλευρᾶς λόγχῃ νυγείσης, καὶ
ῥευσάσης αἷμα καὶ ὕδωρ οἱκοδομηθῇἡ νοητὴ νύμφη
αὑτοῦ, τουτέστινη καθολικὴ Ἐκκλησία. Τὸ δὲ λέ-
γειν σε, ὅτι χρὴ κοιμᾶσθαι, ἐπειδὴ ὥσπερ νομοθε-
σίαν σοι πρὸς νωθείαν, καὶ χαύνωσινὸ Θεὸς τὸν
ὓπνον ἑπέὖαλεν κτηνῶδες λίαν ὑπάρχει, καὶ οὑκ ἀν-
θρωπείαν, καὶ λογικὴν πεπιστευμένου ψυχήν. Καὶ
τί λοιπὸν τὸ λεῖπόν σοι, κτηνώδη, καὶ ἀλόγιστον τὴν
πρόθεσιν ἔχοντι, ἢ βληχᾶσθαι κειμένῳ ἐπὶ τῆς κοί-
της, ἢ μυκηθμῷ κεχρῆσθαι, ἣ ὁγκηθμῷ, ἀλλων ἀν-
θρώπων, ὡς σὺ εἴρηκας, πρὸς ὑμνῳδίαν Θεοῦ κατὰ
τάς ἀγρυπνίας γοργευομένων, καὶ τὴν τυραννίδα τοῦ
ὕπνου καταδυναστευόντων τε, καὶ ὑποτινασσομένων.
Καιρὸς γάρ σοι ἀνόητον κεκτημένῳ τὴν γνώμην,
πάντα τὸν χρόνον τῆς ζωῆς ἑν ὑπνηλίᾳ δαπανᾷν, καὶ
μηκέτι καλεῖσθαι ἄνθρωπον ζῶντα, ἀλλά νεκροτάφιον,
Psal. xv, 9..

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.