PG 80, col. 1805

μῳ προσεσχηκότες τὰς λογικὰς θυσίας τῶν ἀλόγων
προετίμων θυμάτων, τὴν καινὴν διαθήκην σκιογρα-
φοῦντες. Εἰδέναι δὴ ⁵⁵ προσήκει, ὡς καὶ πᾶσι τοῖς
καλλινίκοις μάρτυσιν ἑκάτερος ἁρμόττει 6 ψαλμός ·
6 γὰρ αὐτὸς καὶ τούτων κάκείνων σκοπός · κάκεῖνοι
γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξι-
άγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης
ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον Βια-
ταλύσαντος προείλοντο τελευτήν.
EMHPN. ΤΟΥ PIG" ΨΑΛΜΟΥ.
Ἀλληλούῖα. ’Ύμνος καὶ οὗτος πᾶσιν ἀνθρώποις
ἁρμόττων. Παρακελεύεται γὰρ ἡ χάρις τοῦ Πνεύ-
ματος τοὺς τῆς σωτηρίας τετυχηκότας ὑμνῆσαι τὸν
εὐεργέτην.
α’. t Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη. ι Κατα
ταυτὸν ἅπαντας εἰς χορείαν ⁸⁸ καλεῖ ο, ἅπασι γὰρ
τοῖς ἔθνεσιν, οὐχ Ἕλλησι μόνοις, καὶ Ῥωμαίοις,
ἀλλὰ καὶ πᾶσι βαρϐάροις, τὰς τῆς σωτηρίας ἐχορή-
γησεν ἀφορμὰς, τοῖς ἱεροῖς ἀποστόλοις διακόνοις τῆς
εὐεργεσίας χρησάμενος. ‹ Πορευθέντες γὰρ, ἔφη, μα-
θητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς
τὺ ὄνομα τοῦ Πατρὸς, καὶτοῦ Υἰοῦ, καὶ τοῦ ἁγίου
Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα
ἐνετειλάμην ὑμῖν. ο Τούτῳ πειθόμενοι τῷ νόμῳ,
πᾶσαν γῆν καὶ θάλασσαν ἔδραμον, καὶ 6 δ’* μὲν Ἰν ~
δοὺς, δι’δέ Δίγυπτίους, 6 6i:- Ᾰίθίοπας προσήῇγε ⁴⁸
τῷ Χριστῷ. ⁸0 δὲ μακάριος Παῦλος διδάσκει συν-
τόμως, ὅσοις ἔθνεσι προσενήνοχε-τὰ θεῖα κηρύγμα-
τα, ι ὥστε ἀπὸ Ἰερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλ-
λυρικοῦ πεπληρωκέναι τδ Εύαγγέλιον τοῦ Χριστοῦ. ι
Οὐ γὰρ εὐθεῖαν ὁδὸν ὁδεύων, ἀλλὰ τὰ ἐν μέσῳ ἔθνη
διακείμενα περινοστῶν, τὰ σωτήρια. προσέφερε δόγ-
ματα. ι Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι,
οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπὶ ἀλλότριον
θεμέλιον οἰκοδομῶ ο ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ
ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι,
συνήσουσιν. ι ’Ὕστερον μέντοι καὶ τῆς Ἰταλίας
ἐπέϐη, καὶ είς τὰς Σπανίας ⁸⁸ ἀφίκετο, καὶ ταῖς ὲν
τῷ πελάγει διακειμέναις νήσοις τὴν ὠφέλειαν προσ-
ήνεγκε. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ἔφη’ «Ἐλπίζω
γὰρ διαπορευόμενος είς τὰς Σπανίας ⁸ο δι’ ὑμῶν διελ-
θεῖν, καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν
πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. ι Τῷ θαυμασίῳ δὲ
Τίτῳ γράφων φησίν ο ι Διὰ τοῦτο κατέλιπόν σε ὲν
Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσϐυτέρους,
ὡς ἐγώ σοι διεταξάμην. ι Οὕτως 6 Ἰωάννης ό πάνυ
τὴν Ἀσίαν τῆς προτέρας ἠλευθέρωσεν ἀσεϐείας ⁸
οὓτως 6 θεσπέσιος ’Δνδρέας τὴν Ἐλλάδα ταῖς τῆς
ι Matth. xxvm, 19, 20. γ Rom. xv, 19. ² ibid. 20, 2L
VARUE LECTIONES ΕΤ NOTAE}.
⁸³ cod. 1 δέ. ⁸⁸ Χορ. Des. ibid.
ξῖ ᾖρπρυίιι.
’δ’ Εἰς τὰς Σπαν. cod. 1 Ἱσπανίας.
⁸⁸ ibid. Ἱσπανίας.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.