PG 82, col. 1289

ἀκοὴ δὲ βλεφάροις ἢ χείλεσιν ἀποτειχίσαι δυνα-
μένη τὴν εἴσοδον, τοὺς ἀνοήτους ἀπεωθεῖτο τῶν λό-
γων, κάκείνους ἐδέχετο μόνους, οἷς ὁ νοῦς ἐπετέρ-
πετο. Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη
ποθεῖν, ἆτε δὴ χαυνοῦν καὶ χαλᾷν πεφυκότα. υῦτω
τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν, καὶ τοιαῦτα λοιμ-
6ἀνειν ἐδίδαξαν, οἷα οὐχ ἡδονὴν, ἀλλὰ χρείαν ἐπλή-
ρεο, καὶ ταῦτα τοσαῦτα, ὃσα τὸν ἐκ λιμοῦ κωλύειν
ἠδύνατο θάνατον. Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυ-
ραννίδα κατέλυσαν, καὶ τὰ βλέφαρα τῆς τούτου δου-
λείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν
ἐπαίδευσαν, καὶ δέχεσθαι τὴν παρ’ αὐτοῦ χρείαν,
οὐχ ὅταν αὐτὸς ἐπίοι, ἀλλ’ ὅταν αὐτοὶ καλῶσιν είς
βραχεῖαν ἐπικουρίαν τῆς φύσεως. Οὕτω τοιγαροῦν
τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φροντίσαντες φυλα-
κῆς. καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτα-
νεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων,
ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυνα-
μένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντες
εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον “ καὶ τὴν
φύσιν ἀόρατον ἔχοντες οι πολέμιοι, σώματος ὁρωμέ-
νου, καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ὑποκειμένου,
κρατεῖν οὐκ ἠδύναντο. '0 γὰρ ἡνίοχος τούτου, καὶ
μουσικῆς, καὶ κυϐερνήτης, ἄριστα μὲν κατέχων τὰς
ἡνίας, ἐν τάξει φέρεσθαι τοὺς ἵππους ὰνέπεισε⁹
ῥυθμῷ δὲ τὰς τῶν αἰσθήσεων χορδὰς τὴν παναρμό-
νιον ἠχὴν ἀποτελεῖν παρεσκεύασεν · ἐπιστημόνως δὲ
κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσϐολὴν,
καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμϐολήν.
Tauro-4.; τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον
ὁδεύσαντας, ίδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα
δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσοντας,
ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπα-
νήσαντας· καὶ τρυφὴν μὲν Συϐαριτικὴν τὴν ἀσι-
τίαν νομίσαντας, ὕπνον δὲ ἣδιστον τὴν ἐπίπονον
ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους
ἀντιτυπίαν, ἡδονὴν ἀμετρόν τε καὶ ἄπλειστον, ’τὴν
ὲν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις διατριϐήν· τού-
τους τοὺς πᾶν εἶδος ἀρετῆς σονειληχότας τίς οὐκ
ἂν εἰκότως θαυμάσειες μᾶλλον δὲ τίς ἃν πρὸς
ἀξίαν εὐφημήσειεν; οἶδα μὲν οῦν κάγὼ σαφῶς,
ὡς τῆς τούτων ἀρετῆς οὐδεὶς ἂν ἐφίκοιτο λόγος’
ἐγχειρητέον δ’ ὅμως. Οὐ γὰρ ἂν καλῶς ἔχοι, εί ὅτι
τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρα-
σταὶ, διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων. Γρά-
ψομεν δὲ τὴν εὐφημίαν οὗ κοινῇ πᾶσι μίαν· διάκτορα
γὰρ αὐτοῖς θεόθεν ἐδόθη χαρίσματα, καὶ τοῦτο δι-
δάσκων ὁ μακάριος ἔλεγε Παῦλος· ι Ὦ μὲν διὰ τοῦ
Πνεῦματος δέδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώ-
σεως κατὰ τὺ αὐτὸ Πνεῦμα· ἄλλῳ δὲ χαρίσματα ία-
μάτων ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα
δυνάμεων· ἄλλῳ δὲ προφητεία· ἄλλῳ δὲ γένη γλωσ-
σῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. ι Καὶ δεικνὺς τὴν
’ Ι Cor. νίζε-10. τ
PATROL. Gn. LXXXII.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.