PG 82, col. 1296

κα ἐλάμϐανεν. Ἐντεῦθεν καὶ τὰ ἐσόμενα προφητι-
κῶς προεώρα, καὶ δύναμιν είς θαυματουργίαν ἑκ
τῆς τοῦ ἁγίου Πνεύματος ἐδέξατο χάριτος. Τούτων
ὀλίγα διηγήσομαι, καὶ τῆς ἁποστολικῆς αὐτοῦ λαμ-
πηδόνος τοῖς ἀγνοοῦσι τὴν ἀκτῖνα δηλώσω.
Ἤκμαζε κατ’ ἐκεῖνον τδν καιρὸν ή περὶ τὰ εἴδωλα
τῶν ἀνθρώπων μανία, καὶ τὰ μὲν ἄψυχα ξόανα τδ
θετον σέσας ισφιτερίζετο, ἡ δι τοῦ Θεοῦ θεραπεία
ὑπὸ τῶν πλείστων ητημελεῖτο· εὐκαταφρόνητοι δὲ
ἦσαν οι κοινωνεῖν μὲν οὐκ ἐθέλοντες ἐκείνοις τῆς μέ-
θης, ἀκρισῆ δὲ, ἆτε δὴ καθεστηκότες, τὴν τῶν δντων
διάκρισιν ἔχοντες, καὶ τὴν μὲν τῶν εἰδώλων γελῶν-
τες ἀσθένειαν, τδν τῶν ὅλων δὲ προσκυνοῦντες Δη-
μιουργόν. Κατ’ ἐκεῖνον τὸν καιρὸν τὴν Περσίδα
κατέλαϐε, τὰ φυτὰ τῆς εὐσεϐείας ὀψόμενος, καὶ τὴν
προσήκουσαν αὐτοῖς θεραπείαν προσοίσων· πηγὴν
δὲ αὑτοῦ τινα διιόντος, κόραι τινες πλυνοῖς ὲιρεστῶ-
σαι, καὶ ίμάτια τοῖς ποσὶν ἀπορρύπτρυσαι, οὐδὲ τοῦ
σχήματος τὺ καινοπρεπὲς κατῃδέσθησαν, ἀλλὰ τὴν
αίδὼ ἁπὸρῤίψασαι, ἁπηρυθριασμένῳ προσώπῳ, καὶ
ἀναιδέσιν ὀφθαλμοῖς τὸν θετον ἄνθρωπον ἐθεώρουν,
οὔτε τὰς κεφαλὰς συγκαλύπτουσαι, οὐδὲ τὰ ἀνεζω-
σμένα χαλῶσαι ἱμάτια. Τοῦτο δυσχεράνας ὁ τοῦ Θεοῦ
ἅνθρωπος, καὶ δεῖξαι τοῦ Θεοῦ τὴν δύναμιν είς και-
ρὸν ἐθελήσας, ἵνα τῇ θαυματουργία τῆς ἁσεὸείας
ἐλευθερώσῃ, ἐπηράσατο μὲν τῇ πηγῇ, καὶ φροῦδον
παραυτίκα τὸ ῥεῖθρον ἐγένετο· ἐπηράσατο δὲ ταῖς
μείραξι, καὶ τὴν ἀναίσχυντον αὐτῶν νεότητα προώρῳ
ἐκόλασε πολιᾷ, καὶ εἵπετο τῷ λόγῳ τὺ ἔργονο καὶ
τὺ μέλαν τῶν τριχῶν ἔνηλλάττετο, καὶ είώκεσαν
νεοφύτοις δένδροις ἐν ἔαρι μετοπωρινὰ φύλλα περι-
κειμένοις. οὕτως αἰσθόμεναι τῆς τιμωρίας· τῆς τε
γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τὰς ἀλλήλων
θεώμενοι κεφαλὰς, ἑώρων τὴν ἀθρόαν ἐκείνην
μεταϐολήν · ἔδραμον είς τὴν πόλιν τὸ συμϐὰν
ἁπαγγέλλουσαι. οι δὲ δραμόντες, καὶ τδν μέγαν
καταλαϐόντες Ἰάκωϐον, ἱκέτευον χαλᾶσαι τὴν ὀργὴν,
καὶ λῦσαι τὴν τιμωρίαν. '0 δὲ μηδὲ βραχὺ μελλή-
σας, προσέφερε μὲν τῷ Δεσπότῃ τὴν ἱκεσίαν, ἔκι-
λευε δὲ πάλιν ἀναϐλῦσαι τὰ νάματα· τὰ δὲ παραυ-
τίκα πάλιν ἐκ τῶν οἰκείων ἀνεφαίνετο ταμιείων,
τοῖς τοῦ δικαίου μετοχετευόμενα νεύμασιν. οι δὲ τοὺ-
των τετυχηκότες, καὶ τοῖς πλοκάμοις τῶν θυγατέ ρων
τὴν προτέραν ἠντιϐόλουν χρόαν ἀποδοθῆναι. Τὸν δὲ
εἶξαι μὲν καὶ τοῦτό φασιν, ἐπιζητῆσαι δὲ τὰς κόρας.
τὰς τὴν παιδείαν ἐκείνην δεξαμένας· καὶ ιπειδὴ οὐχ
ἀφίκοντο, ἐᾶσαι τὴν τιμωρίαν, δίδαγμα σωφροσύνης,
καὶ εὐκοσμίας ὑπόθεσιν, καὶ τῆς θείας δυνάμεως
ὑπόμνημα διηνεκές τε καὶ ιναργές. Τοιοῦτον τοῦ
νόου τούτου Μωῦσέως τὺ θαῦμα, οὐ πληγῇ ράὃδου
γενόμενον, ἀλλὰ τῷ τοῦ σταυροῦ σημείῳ δεξάμενον
τὴν ἐνέργειαν. Ἐγὼ δὲ πρὸς τῇ θαυματουργία κο-
μιδῇ θαυμάζω καὶ τὴν πραότητα. Οὐδὲ γὰρ ὡς ὁ
μέγας Ἐλιοσατος ἄρχοις αίμοὸόροις τὰς ἀναιδεῖς
ὲκείνας παρέδωκε κόρας’ ἀλλ’ ἀὸλαὸεῖ τινι τιται-
δείᾳ, καὶ σμικρὰν ἐχούσῃ τὴν ἀκοσμίαν χρησάμενος.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.