PG 83, col. 1240

(. - Εὐσταθίῳ ἐπισκόπῳ ἀlγῶν (47).
Τραγῳδίας ἄξιον τὸ κατὰ τὴν εὐγενεστάτην Μα-
ρίαν διήγημα. Αὕτη γὰρ ἔστι μὲν θυγάτηρ τοῦ μεγα-
λοπρεπεστάτου Εὐδαίμονος, ὡς καὶ αὐτή φησι, καὶ
ἄλλοι τινὲς μεμαρτυρήκασιν. Ἐν δὲ τῇ καταλαβούσῃ
συμφορᾷ τὴν Λιβύην, τῆς προγονικῆς ἐλευθερίας ἐξ-
έπεσε, καὶ εἰς δουλείαν μετέπεσεν. Ἐμποροι δέ τι-
νες, αὐτὴν παρὰ τῶν βαρβάρων πριάμενοι, διεπώλη-
σάν τισι τὴν ἡμετέραν οἰκοῦσιν. Συνεπράθη δὲ αὐτῇ
καὶ παιδίσκη, πάλαι τὴν οἰκετικὴν τάξιν ἔχουσα παρʼ
αὐτῇ· κοινῇ τοίνυν εἶλκον τὸν πικρὸν δουλείας ζυγὸν,
ἢ τε θεράπαινα, καὶ ἡ δέσποινα. Ἀλλʼ οὐκ ἠθέλησεν
ἀγνοῆσαι τὸ διάφορον ἡ θεράπαινα, οὐδὲ τῆς προτέ-
ρας ἐπελάθετο δεσποτείας· ἀλλὰ τὴν εὕνοιαν τῇ συμ-
φορᾶ διεφύλαξε, καὶ μετὰ τὴν τῶν κοινῶν δεσποτῶν
va putabatur, pedes abluens, lectulum sternens, et θεραπείαν ἐθεράπευε τὴν νομιζομένην ὀμόδουλον,
ἀπονίπτουσα πόδας, ἐπιμελομένη στρωμνῆς, καὶ τῆς
ἄλλης ὡσαύτως ἐπιμελείας φροντίζουσα. Τοῦτο τοῖς
πριαμένοις ἐγένετο γνώριμον. Ἐντεῦθεν ἐθρυλλήθη
κατὰ τὴν πόλιν ἢ τε ταύτης ἐλευθερία, καὶ τῆς θερα-
παίνης ἡ εὐτροπία. Ταῦτα μεμαθηκότες οἱ παρʼ ἡμῖν
ἰδρυμένοι πιστότατοι στρατιῶται (ἐγύ γὰρ τηνικαῦτα
ἀπῆν), καὶ τοῖς πριαμένοις ἀπέδοσαν τὴν τιμὴν, καὶ
ταύτην τῆς δουλείας ἐξήρπασαν. Ἐγὼ δὲ μετὰ τὴν
ἐπάνοδον, διδαχθεὶς καὶ τὸ δρᾶμα τῆς συμφορᾶς.
καὶ τῶν στρατιωτῶν τὴν ἀξιέπαινον ὄρεξιν, τὰ ἀγαθὰ
μὲν ἐπηυξάμην ἐκείνοις, τὴν εὐγενεστάτην δὲ κόρην
τῶν εὐλαβεστάτων τινὶ διακόνων παρέδωκα, σιτηρέ-
σιον ἀρκοῦν χορηγεῖσθαι παρεγγυήσας. Δέκα ὲ δι-
εληλυθότων μηνῶν, μαθοῦσα τὸν πατέρα ζβν ἔτι, καὶ
ἄρχειν ἐν τῇ Δύσει, ἐπεθύμησεν εἰκότως πρὸς ἐκεῖνον
ἐπανελθεῖν· καί τινων εἰρηκότων, ὡς ἀπὸ τῆς Ἐσπέ-
ρας ἔμποροι πλεῖστοι καταίρουσιν εἰς τὴν νῦν παρʼ
ὑμῖν ἐπιτελουμένην πανήγυριν, ἤτησε μετὰ γραμμά-
των ἐμῶν τὴν ἀποδημίαν ποιήσασθαι. Τούτου χάριν
ταύτην γέγραφα τὴν ἐπιστολὴν, παρακαλῶν σου τὴν
θεοσέβειαν, ὡς εὐγενοῦς φροντίσαι βλαστήματος, καὶ
κελεῦσαί τινι τῶν εὐλαβείᾳ κοσμουμένων, καὶ ναυ-
κλήροις, καὶ κυβερνήταις, καὶ ἐμπόροις διαλεχθῆ-
ναι, καὶ πιστοῖς αὐτὴν ἀνδράσι παραδοῦναι, ἀπο-
πάμπολλα κερδανοῦσι παρὰ πᾶσαν ἀνθρωπίνην
ΟΑ. - ήνωσι στρατηγῷ καὶ ὑπάτῳ.
Τὴν ὑμετέραν ἀνδρείαν θαυμάζουσιν ἅπαντες, ὡς
ἡμερότητι καὶ πραότητι κεκραμένην, καὶ τοῖς μὲν
οἰκείοις ἠπίως, τοῖς δὲ πολεμίοις ἀνδρείως προσφε-
ρομένην. Τὸν ἀξιέπαινον δὲ ταῦτα δείκνυσι στρατ-
ηγόν. Στρατιώτην μὲν γὰρ ἡ ἀνδρία κοσμεῖ, τὸν δὲ
στρατηγὸν πρὸ τῆς ἀνδρίας ἡ φρόνησις· καὶ μετὰ
τούτων σωφροσύνη καὶ δικαιοσύνη, διʼ ῶν ὁ τῆς ἀρε-
τῆς συναθροίζεται πλοῦτος. Συλλέγει δὲ τοῦτον ἡ τῶν
ἀγαθῶν ὀρεγομένη ψυχή· καὶ ἤδιστον ἡγεῖται τὸν
πόνον, εἰς τὸ γλυκὺ τῶν καρπῶν ἀποβλέπουσα. Τοῖς
γὰρ τῆς ἀρετῆς ἀθληταῖς ἄθλα προτέθεικεν οἶά τις
ἀγωνοθέτης φιλότιμος ὁ τῶν ὅλων Θεὸς, τὰ μὲν ἐν
τῷδε τῷ βίῳ, τὰ δὲ ἐν ἐκείνῳ τῷ πέρας οὐκ ἔχοντι.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.