PG 83, col. 1425

expia, καὶ χάριτι παρά Θεῷ καὶ ἀνθρώποις. ι Προ-
κὸπτει δὲ ἡλικίᾳ καὶ·σοφίᾳ οὐ θεότης ἡ ἀεὶ τελεία,
ἀλλ’ ἡ ἀνθρωπεία φύσις, ή χρόνῳ καὶ γινομένη, καὶ
αὐξομένη (59) καὶ τελειουμένη.
Οὖ χάριν τὰ μὲν ἀνθρώπινα πάντα τοῦ Δεσπότου
Χριστοῦ, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, καὶ ὕπνον,
καὶ δειλίαν, καὶ⁵ ἱδρῶτας, καὶ προσευχὴν, καὶ ἄγνοιαν,
καὶ ὅσα τοιαῦτα τῆς ἡμετέρας ἀπαρχῆς εἷναί φαμεν,
ἢν ἀναλαόὼν ὁ Θεὸς Λόγος ἥνωσεν ἐαυτῷ, τὴν ἡμετέ-
ραν πραγματευόμενος σωτηρίαν. Τὸν δὲ τῶν χωλῶν
δρόμον, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ τὰς τῶν
ἄρτων πηγάς, καὶ τὴν τοῦ ὓδατος είς οἶνον μετασο-
λὴν, καὶ πάσας τάς άλλας θαυματουργίας τῆς θείας
εἶναι δυνάμεως ἔργα πιστεύομεν. Ὠς τὸν αὐτόν φημι
θ δὴ τὸν Δεσπότην Χριστὸν, καὶ¹ πάσχειν, καὶ πάθη
λύειν· πάσχειν μὲν κατὰ τὸ ὁρώμενον, λύειν δὲ τὰ
πάθη κατά τὴν ἀρρήτως οἰκοῦσαν θεότητα. Δηλοῖ δὲ
τοῦτο σαφῶς καὶ τῶν ίερῶν Εὐαγγελίων η ίστορία.Καὶ
μανθάνομεν ἐκεῖθεν, ὡς ὲν φάτνῃ κείμενος καὶ σπάρ-
γανα περιϐεϐλημένος, ὐπὺ ἀστέρος ὲκηρύττετο, καὶ·
ὐπὸ μάγων προσεκυνεῖτο, καὶ ὑπὸ ἀγγέλων ὑμνεῖτο,
καὶ διακρίνομεν εὐσεϐῶς, ὃτι τά ράκη, καὶ σπάργανα,
καὶ τῆς κλίνης ἡ ἀπορία, καὶ ἡ πολλὴ εὐτέλεια, τῆς
ν ἀνθρωπότητος ῐδια. '0 δὲ τῶν Μάγων δρόμος καὶ τοῦ
ἀστέρος ἡ ποδηγία καὶή τῶν ἀγγέλων χορεία κηρύττει
τὴν τοῦ κρυπτομένου θεότητα. Οὕτως ἀποδιδράσκει
μὲν είς Αἴγυπτον, καὶ τῇ φυγῇ τῆς Ἡρώδου μανίας
ἀπαλλάττεται· καὶ γὰρ ἄνθρωπος ἦν. Συσσείει δὲ,
κατά τὸν Προφήτην, τά χειροποίητα Αἰγύπτου· Θεὸς
γάρ ὑπῆρχε. Περιτέμνεται καὶ φυλάττει τὸν νόμον
καὶ καθαρσίους προσφέρει θυσίας· ὲκ γάρ τῆς ’Ῑεσ-
σαὶ βεϐλάστηκε (60) ῥίζης. Καὶ ὑπὸ νόμον ὡς ἄν·
θρωπος ἦν· καὶ ἔλυσε τὸν νόμον μετὰ ταῦτα, κοιλ¹
δέδωκε τὴν καινὴν διαθήκην· νομοθέτης γάρ ἦν, καὶ
ταύτην αὐτὸς δώσειν διὰ τῶν προφητῶν ἐπηγγείλατο.
Ἐὃαπτίσθη ὑπὸ Ἰωάννου· τοῦτο δείκνυσι τδ ἡμέτε-
ρον. Μαρτυρεῖται ἀνωθεν ὑπὸ τοῦ Πατρδς, καὶ ὑπὸ
τοῦ Πνεύματος δείκνυται· τοῦτο κηρύττει τὸν προαιὼ-
νιον. Ἐπείνησεν, ἀλλά καὶ πολλὰς χιλιάδας ἐκ
πέντε ἄρτων ὲκὸρεσε· τοῦτο θεῖον,ἐκεῖνο ἀνθρώπι-
~ νον. Ἐδίψησε καὶ ᾔτησεν ὕδωρ, ἀλλὰ πηγὴ ἦν ζωῆς·
καὶ τὺ μὲν ἦν τῆς ἀνθρωπίνης ἀσθενείας, τὸ δὲ τῆς
θείας δυνάμεως. Ἐκαθεύδησεν ὲν τῷ πλοίῳ, ἀλλά
καὶ τῆς θαλάττης τὴν ζάλην ἐκοίμησε · τοῦτο (fil) τῆς
παθητῆς φύσεως, ἐκεῖνο τῆς ποιητικῆς καὶ δημιο
ουργικῆς καὶ τῆς τοῖς πᾶσι τὸ εἶναι δωρησαμένης.
Ἕκοπίασε βαδίσας, ἀλλά καὶ χωλοὺς ἀρτίποδας sip-
γάσατο, καὶ νεκροὺς ὲκ τῶν τάφων ἀνέστησε · καὶ τὸ
μὲν ἦν τῆς ύπερκοσμίου δυνάμεως, τὸ δὲ τῆς ἡμετέ-
ρας ἀσθενείας. Ἐδειλίασε θάνατον, καὶ ἔλυσε
³⁸ Joan. ι, l8. ³⁸ Matth. ιι, 20. ⁸⁷ Luc. ιι, 5‘2.
£59) γιγνομανη, καὶ αὐξανομένη, Mans.
60) ὲόεΰλαοτηκει Mans.
60) ὲόεΰλαοτηκει Mans.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.